Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Φιλάργυρός τις τὴν οὐσίαν ἐξαργυρισάμενος, βῶλον χρυσοῦν ὠνήσατο, καὶ τοῦτον πρὸ τοῦ τείχους κατορύξας, διετέλει συνεχῶς ἐρχόμενος καὶ ἐπισκεπτόμενος. Τῶν δὲ περὶ τὸν τόπον ἐργατῶν τις παρατηρησάμενος αὐτοῦ τὰς ἀφίξεις, ὑπενόησε τὸ ἀληθές· ἀπαλλαγέντος οὖν αὐτοῦ τὸ χρυσίον ἀφείλετο. Ὁ δὲ ὡς ἐπανελθών εὗρε τὸν τόπον κενὸν, ἔκλαιε καὶ τὰς τρίχας ἔτιλλεν. Ἰδών δέ τις αὐτὸν ὑπερπαθοῦντα καὶ τὴν αἰτίαν μαθών, ἔφη πρὸς αὐτόν· ,,μὴ λυποῦ, ἀλλὰ λαβών

199
λίθον ἐν τῷ αὐτῷ τόπῳ κατάθες, καὶ νόμιζε τὸ χρυσίον κεῖσθαι· οὐδὲ γὰρ, ὅτε ἦν, ἐχρῶ αὐτῷ.“

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδέν ἐστιν ἡ κτῆσις, ἐὰν μὴ ἡ χρῆσις παρῇ.

Ἦν τις χαλκεὺς κυνάριον ἔχων. Τούτου χαλκεύοντος, τὸ κυνάριον ἐκοιμᾶτο· καὶ οὖ πάλιν ἐσθίοντος, ἐγρηγόρει. Οὗτος ἐπέδῥιψψεν ὀστοῦν ταῦτα λαλῶν· ,,ὦ ταλαίπωρον κυνάριον ὑπνῶδες, τί σοι ποιήσω ὄκνῳ κατεχομένῳ; ὅτε μὲν γὰρ τὸ ἀκμώνιόν μου προσκρούσω, ἐπανακλίνεις σεαυτὸν ἐπὶ κραββάτου· ὅτε δὲ πάλιν τοὺς ὀδόντας κινήσω, εὐθύς ἐγείρῃ καὶ τὴν κέρκον μοι σείεις.“

Ὁ μῦθος οὗτος τούς ὑπνώδεις καὶ ἀργώδεις καὶ εἰς ἀλλοτρίων πόνους ἀποβλέποντας ἐλέγχει.