Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὗς καὶ κύων πρὸς ἀλλήλους διεφέροντο. Τῆς δὲ ὑὸς ὀμνυούσης τὴν Ἀφροδίτην, ἐὰν μὴ παύσηται, τοῖς ὀδοῦσιν ἀνατεμεῖν, ἡ κύων ἔλεγε, καὶ κατʼ αὐτὸ τοῦτο ἀγνωμονεῖν, εἴγε Ἀφροδίτη μισεῖ, ὥστε ἐὰν φάγῃ τις κρέας ὑὸς, τοῦτον οὐκ ἐᾶν εἰς τὸ ίερὸν αὐτῆς εἰσιέναι. Καὶ ἡ ὗς ὑποτυχοῦσα ἔφη· ,,ἀλλὰ τοῦτο οὐ στυγοῦσα ποιεῖ, ἀλλὰ προνοουμένη, ἵνα μή τίς με θύσῃ.“

Οὕτως οἱ φρόνιμοι τῶν ῥητόρων πολλάκις τὰ ὑπὸ τῶν ἐχθρῶν φερόμενα ὀνείδη εἰς ἐπαίνους μετασχηματίζουσιν.

197

Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον· ἔφη δʼ ἡ κύων, εὔτοκος εἶναι μάλιστα πάντων τῶν πεζῶν ζώων. Καὶ ἡ ὗς ὑποτυχοῦσα πρὸς ταῦτα φησίν· ,,ἀλλʼ ὅταν τοῦτο λέγῃς, ἴσθι, ὅτι καὶ τυφλούς τοὺς σαυτῆς σκύλακας τίκτεις.“

Ὁ μῦθος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλʼ ἐν τῇ τελειότητι κρίνεται.