Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὗς ἄγριος ἑστὼς παρά τι δένδρον τούς ὀδόντας ἠκόνα. Ἀλώπεκος δὲ αὐτὸν ἐρωτώσης τὴν αἰτίαν, διὰ

196
τί μήτε κυνηγοῦ μήτε κινδύνου ἐνεστῶτος τούς ὀδόντας θήγει, ἔφη· ,,ἀλλʼ οὐ ματαίως τοῦτο ποιῶ· ἐὰν γάρ με κίνδυνος καταλάβῃ, οὐ τότε περὶ τὸ ἀκονᾶν ἀσχολήσομαι, ἑτοίμοις δὲ οὖσί χρήσομαι.“

Ὁ λόγος διδάσκει, ὅτι δεῖ πρὸ τῶν κινδύνων τὰς παρασκευὰς ποιεῖσθαι.

Ὗς καὶ κύων ἀλλήλοις διελοιδοροῦντο. Καὶ ἡ μὲν ὗς ὤμνυε κατὰ τῆς Ἀφροδίτης, ἦ μὴν τοῖς ὀδοῦσιν ἀναδῥήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· ,,καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπʼ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἥ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδʼ ὅλως εἰς ἱερὸν προσίεται.“ Καὶ ἡ ὗς· ,,διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλῶς λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σύ μέντοι κακῶς ὄζεις, καὶ ζῶσα καὶ τεθνηκυῖα.“

Ὀ μῦθος δηλοῖ, ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ἀπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.