Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ὗς καὶ κύων περὶ εὐτοκίας ἤριζον. Τῆς δὲ κυνὸς εἰπούσης, ὅτι μόνη τῶν τετραπόδων ταχέως κύει, ἡ ὗς ὑποτυχοῦσα ἔφη· ,,ἀλλʼ, ὅταν τοῦτο λέγῃς, γίνωσκε, ὅτι τυφλὰ τίκτεις.“
Ὁ λόγος δηλοῖ, ὅτι οὐκ ἐν τῷ τάχει τὰ πράγματα, ἀλλʼ ἐν τῇ τελειότητι κρίνονται.
Φαλακρός τις, ξένας τρίχας τῇ ἑαυτοῦ περιθεὶς κεφαλῇ, ἵππευεν. Ἄνεμος δὲ φυσήσας ἀφεῖλε ταύτας· γέλως δὲ πλατύς τοὺς παρεστῶτας εἶχε. Κἀκεῖνος εἶπε τοῦ δρόμου παύσας· ,,τὰς οὐκ ἐμὰς τρίχας τί ξένον φεύγειν με, αἵ καὶ τὸν ἔχοντα ταύτας, μεθʼ οὗ καὶ ἐγεννήθησαν, κατέλιπον;“
Ὅτι μηδεὶς λυπείσθω ἐπὶ συμφοραῖς ἐπελθούσαις αὐτῷ· ὅ γὰρ γεννηθεὶς οὐκ ἔσχεν ἐκ φύσεως, τοῦτο οὐδὲ παραμένει· γυμνοὶ γὰρ ἤλθομεν οἱ πάντες, γυμνοὶ οὖν ἀπελευσόμεθα.