Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τὰς ὑαίνας φασὶ, παρʼ ἐνιαυτὸν ἀλλασσομένης αὐτῶν τῆς φύσεως, ποτὲ μὲν ἄρσενας, ποτὲ δὲ θηλείας γίνεσθαι. Καὶ δὴ ὕαινα θεασαμένη ἀλώπεκα ἐμέμφετο αὐτὴν, ὅτι φίλην θέλουσαν αὐτῇ γενέσθαι οὐ προσίεται. Κἀκείνη ὑποτυχοῦσα εἶπεν· ,,ἀλλʼ ἐμὲ μὴ μέμφου, τὴν δὲ σὴν φύσιν, διʼ ἣν ἀγνοῶ, πότερον ὡς φίλῃ ἢ ὡς φίλῳ σοι χρήσωμαι.“

Πρὸς ἄνδρα ἀμφίβολον.

Τὰς ὑαίνας φασὶ παρʼ ἐνιαυτὸν ἀλλάττειν τὴν φύσιν, καὶ ποτὲ μὲν ἄῤῥενας γίνεσθαι, ποτὲ δὲ θηλείας. Καὶ δή ποτε ἄρσην ὕαινα θηλείᾳ παρὰ φύσιν διελέχθη· ἡ δὲ ὑποτυχοῦσα ἔφη· ,,ἀλλ, ὡ οὐτος, μὴ ταῦτα πρᾶττε, ὡς ἐγγύς τὰ αὐτὰ πεισόμενος.“

Πρὸς ἄρχοντας λογοθετοῦντας τούς ὑπʼ αὐτοὺς, καὶ πάλιν ἐκ τοῦ συμβεβηκότος αὐτοὺς ὑπ’ ἐκείνων λογοθετουμένους.