Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τοῖχος σπαραττόμενος ὑπὸ πάλου βιαίως, ἐφώνει· ,,τί με σπαράττεις μηδὲν ἠδικηκότα;“ Καὶ ὅς ,,οὐκ ἐγώ“ φησὶν ,,αἴτιος τούτου, ἀλλʼ ὁ ὄπισθεν σφοδρῶς με τύπτων.“

Ἀνῆλθέ τις εἰς ὅρος τοξικῆς ἔμπειρος κυνηγῆσαι· πάντα δὲ τὰ ζῶα τοῦτον θεασάμενα ἔφυγε, λέων δὲ μόνος προεκαλεῖτο αὐτὸν εἰς μάχην. Ὁ δὲ βέλος πέμψας καὶ τὸν λέοντα βαλών ἔφη· ,,δέξαι, καὶ ἱδε τὸν ἐμὸν ἄγγελον, οἷός ἐστι, καὶ τότε κἀγὼ ἐπέρχομαί σοι. “ Ὁ δὲ λέων βληθεὶς ὥρμησε φεύγειν. Ἀλώπεκος δὲ τούτῳ θαῤῥεῖν καὶ μὴ φεύγειν λεγούσης, ὁ λέων ἔφη· ,,ὦ αὕτη, οὐδαμῶς με πλανήσεις· ὅπου γὰρ τοιοῦτον πικρὸν ἄγγελον ἔχει, ἐὰν αὐτὸς ἐπέλθῃ, οὐκ ἂν ὑποίσω.“

μῦθος δηλοῖ, μηδαμῶς πλησιάζειν τοὺς πόῥῥωθεν χαλεπὰ πράττοντας.