Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Χειμῶνος ὥρᾳ, τῶν σίτων βραχέντων, οἴ μύρμηκες ἔψυχον, τέττιξ δὲ λιμώττων ᾔτει αὐτούς τροφήν. Οί δὲ μύρμηκες εἶπον αὐτῷ· ,,διὰ τί τὸ θέρος οὐ συνῆγες τροφήν;“· Ο δὲ εἶπεν· ,,οὐκ ἐσχόλαζον, ἀλλʼ δὸν μουσικῶς.“ Οί δὲ γελάσαντες εἶπον· ,,ἀλλʼ εἰ θέρους ὥραις ηὔλεις, χειμῶνος ὀρχοῦ.“

Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τινα ἀμελεῖν ἐν παντὶ πράγματι, ἵνα μὴ λυπηθῇ καὶ κινδυνεύσῃ.

Θέρους ἦν ἀκμή· καὶ οἱ μὲν τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον, τοῖς μύρμηξι δὲ πονεῖν ἐπῄει καὶ συλλέγειν καρποὺς, ἐξ ὧν ἔμελλον τοῦ χειμῶνος

194
τραφήσεσθαι. Χειμῶνος δʼ ἐπιγεγονότος, οἱ μύρμηκες μὲν οἷς ἐπόνουν ἐτρέφοντο, τοῖς δὲ ἡ τέρψις ἐτελεύτα πρὸς ἔνδειαν.

Οὕτω νεότης, πονεῖν οὐκ ἐθέλουσα, παρὰ τὸ γῆρας κακοπραγεῖ.