Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λέγεται, ὡς οἱ τέττιγές ποτʼ ἡσαν ἄνθρωποι τῶν πρὶν Μούσας γεγονέναι. Γενομένων δὲ Μουσῶν καὶ φανείσης ᾠδῆς, οὕτως ἄρα τινὲς τῶν τότε ἐξεπλάγησαν ὑφʼ ἡδονῆς, ὥστε δοντες ἠμέλησαν σίτων τε καὶ

193
ποτῶν, καὶ ἔλαθον τελευτήσαντες αὑτούς. Ἐξ ὧν τὸ τεττίγων γένος μετʼ ἐκεῖνο φύεται, γέρας τοῦτο παρὰ Μουσῶν λαβὸν, μηδὲν τροφῆς δεῖσθαι γενόμενον, ἀλλʼ ἄσιτόν τε καὶ ἄποτον εὐθύς ᾄδειν, ἕως ἄν τελευτήσῃ.

Τέττιξ ἐπί τινος ὑψηλοῦ δένδρου ᾗδεν. Ἀλώπηξ δὲ βουλομένη αὐτὸν καταφαγεῖν, τοιοῦτον ἐπενόησεν. Ἄντικρυς στᾶσα ἐθαύμαζεν αὐτοῦ τὴν εὐφωνίαν, καὶ παρεκάλει καταβῆναι λέγουσα, ὅτι ἐπεθύμει θεάσασθαι, πηλίκον ζῶον τηλικαῦτα φθέγγεται. Κἀκεῖνος ὑπονοήσας ἀπάτην πρὸς τὴν ἀλώπεκα ἔφη· ,,ἀλλὰ πεπλάνησαι, ὡ αὕτη, εἰ ὑπέλαβές με καταβήσεσθαι· ἐγώ γὰρ ἀπʼ ἐκείνου ἀλώπεκας φυλάττομαι, ἀφʼ οὐ ἐν ἀφοδεύματι ἀλώπεκος πτερὰ τέττιγος ἐθεασάμην.

Ὀτι τούς φρονίμους τῶν ἀνθρώπων τῶν πέλας αἱ συμφοραὶ σωφρονίζουσι.