Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐ- τοῦ καὶ λέγων ὡς ,,ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐν- δέδυμαι, σύ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς.“ Ὁ δὲ ,,ἀλλʼ ἐγώ “ ἔφη ,,τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δὲ, ὡς ἀλέκτωρ, κάτω μετʼ ὀρνίθων βαίνεις.“
Ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.
Τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας, ταὼς ήξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος· ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν· ,,ἀλλʼ ἐὰν σοῦ βασιλεύοντος ὁ ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις;“
Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.