Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἰς σπήλαιον, ἐν ᾧ ἧσαν αἶγες ἄγριαι· τυπτόμενος δὲ ὑπʼ αὐτῶν ὁ ταῦρος καὶ κερατιζόμενος ἔφη· ,,οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, ἀλλὰ τὸν πρὸ τοῦ σπηλαίου ἑστῶτα.“

192

Οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.

Ἤιζεν εὐφυεῖ γεράνῳ ταὼς χρυσόπτερος, σκώπτουσα τὴν χροιὰν τῆς γεράνου. Ἡ δʼ ἔφη· ,,ἀλλʼ ἐγώ ἄστρων ἐγγὺς ἵπταμαι καὶ φωνῶ· σὺ δὲ, ὡς ἀλέκτωρ, χαμαὶ πτερύσσῃ οὐδʼ ἄνω φαίνῃ.“