Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ταῦρος εὐρηκῶς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, πνκρῶς αὐτὸν ἀπεκλαίετο. δῶν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· ,,ὤ πόσοι ἄρα τυγχάνουσιν ἅνθρωποι θρηνοῦντες, ὡν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.“
Ὁ λόγος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, μετρηθήσεται αὐτῷ.
Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον· τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δʼ εἶπεν· ,,οὐ σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ θηρίον, καὶ τότε γνώσῃ, τίς ἡ δύναμις ταύρου καὶ τράγου.“
Ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.