Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἐνέμοντο τρεῖς μετʼ ἀλλήλων βόες. Λέων δὲ τούτους φαγεῖν θέλων, διὰ τὴν ὁμόνοιαν ἐδειλία· αἱμύλοις δὲ λόγοις τούτους διαχωρίσας, μεμονωμένους, τούτων ἑνα καθʼ ἕνα εὑρών, ἀδεῶς ἤσθιεν.

Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. Λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος· καὶ

191
συνόντας μὲν ἑλεῖν οὐκ ἐδύνατο, διαστάντας δὲ προῃρεῖτο χειρώσασθαι. Καὶ συγκρούσας ἀλλήλοις, ἐν μώρει διαστήσας ἀπέκρινε, καὶ καθʼ ἕκαστον προχειρότερον ἔφθειρεν, οὕς κοινῇ συνόντας ἠπόρει χειρώσασθαι.

Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.