Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Σφῆκες καὶ πέρδικες, δίψῃ συνεχόμενοι, πρὸς γεωργὸν ἠλθον, παρʼ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους· οἱ δὲ σφῆκες, κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τούς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· ,,ἀλλʼ ἔμοιγέ εἰσι δύο βόες, οἵ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἅμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν.“
Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.
Σφήξ ποτε ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τοῖς κέντροις πλήσσων, ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι καὶ ἀποσοβῆσαι, ὡς ἐθεάσατο ἅμαξανμεστὴν ξύλων, ἀμηχανῶν τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε, φάσκων· ,,συντελευτῶ κἀγὼ τῷ ἐχθρῷ μου.“ Καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν.
Ὀ λόγος δηλοῖ, ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνήσκειν.