Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν
189
βίου τάξιν μετάγειν, καὶ καλοκαγαθικοὺς ἀπεργάζεσθαι (ἁβροδίαιτοι γὰρ ἦσαν), δύο σκύλακας ἀνέθρεψε τοῦ αὐτοῦ πατρὸς καὶ μητρὸς γενομένους· καὶ τὸν μὲν εἴθισε περὶ λιχνείας, οἴκοι ἐάσας· τὸν δὲ ἐπαγόμενος ἤσκησε περὶ κυνηγέσια. Ἔπειτα ἀγαγὼν εἰς τὴν ἐκκλησίαν, ἔθηκε λεκάνας καὶ λιχνείας τινὰς, ἀφῆκε δὲ καὶ λαγών· ἐπὶ τὰ συνήθη δʼ ἑκατέρου ὁρμήσαντος, καὶ θατέρου τὸν λαγὼν χειρωσαμένου, εἶπεν· ,,ὁρᾶτε, ὦ πολῖται, ὅτι ταὐτοῦ γένους ὑπάρχοντες, ἐν τῇ τοῦ βίου ἀγωγῇ παρὰ πολὺ ἀλλήλων διάφοροι ἀπέβησαν, καὶ ποιητικωτέρα τῆς φύσεως ἡ ἄσκησις πρὸς τὰ καλὰ τυγχάνει.“ Τινὲς δέ φασιν, ὡς οὐ παρῆγε σκύλακας, οἳ ἐκ τῶν αὐτῶν γεγονότες ἐτύγχανον, ἀλλʼ ὁ μὲν ἐξ οἰκουρῶν, ἕτερος δὲ κυνηγετῶν· κἄπειτα τὸν μὲν ἐκ τοῦ χείρονος γένους πρὸς τὰ κυνηγέσια ἤσκησε, τὸν δὲ ἐκ τοῦ ἀμείνονος περὶ λιχνείας μόνον ἤσκησεν· εἶθʼ ἑκατέρου ἐφʼ ἃ εἴθιστο ὁρμήσαντος, φανερὸν ποιήσας, ὅσον ἡ ἀγωγὴ πρὸς τὰ ἀμείνω καὶ χείρω συλλαμβάνε- ται, εἶπεν· ,,οὐκοῦν καὶ ἡμᾶς, ὦ πολῖται, οὐδὲν ἡ παρὰ τοῖς πολλοῖς θαυμαζομένη εὐγένεια καὶ τὸ ἀφʼ Ἡρακλέους εἶναι ὀνίνησιν, εἰ μὴ πράττομεν, διʼ ἅ ἐκεῖνος ἀπάντων ἀνθρώπων ἐπιδοξότερος καὶ εὐγενέστερος ἐφάνη, ἀσκούμενοι καὶ μανθάνοντες καλὰ διʼ ὅλου τοῦ βίου.“Πᾶσιν πεφύκει θηρσὶ καὶ πτηνοῖς μάχη ἥλω Λίβυσσα στρουθὸς, ἣ τούσδʼ ἐπλάνα, εἶναι μὲν ὄρνις, ἐκ μέσου δὲ θηρίον, πτηνοῖς κάραν δεικνῦσα, τοῖς θηρσὶν πόδας.
Πρὸς τοὺς δυσὶ κυρίοις δουλεύοντας καὶ πλανῶντας ἀμφοτέρους.