Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Διαῥραγῆναί φασιν ἐκ μέσου νώτου δράκοντι μῆκος ἐξισουμένην σαύραν.

Βλάψεις σεαυτὸν κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.

Σελήνη ποτὲ ἐδεῖτο τῆς ἑαυτῆς μητρὸς, ὅπως αὐτῇ χιτώνιον ὑφάνῃ σύμμετρον. Ἡ δʼ εἶπεν· ,,καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, ποτὲ δʼ ἀμφίκυρτον.“

Οὕτω καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας.