Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Σαλπιγκτὴς, στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων, ἐβόα· ,,μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι.“ Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· ,,διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς πάντας πρὸς μάχην ἐγείρεις.“
188
Ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κα κοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.
Τοῦ Σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς·
,, Τράγος γένειον ἆρα πενθήσεις σύ γε·“ καίει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ θερμότητα, καὶ τέχνης ἀπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσιν.