Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη πρὸς αὐτό· ,,οἷον ἄνθος εὐπρεπὲς εἶ, ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίαρ.“ Τὸ δὲ εἷπεν· ,,ἐγὼ μὲν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καὶ, κἂν μηδεὶς κόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς ἀεὶ, καὶ ζῇς οὕτω νέον.“

Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν, ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.

Ῥοιὰ καὶ μηλέα περὶ εὐκαρπίας ἤριζον· πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· ,,ἀλλʼ, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.

Οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνταί τινες εἶναι.