Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀλώπηξ εἰς ἀγέλην προβάτων εἰσελθοῦσα θηλαζόντων, τῶν ἀρνίων ἓν ἀναλαβομένη προσεποιεῖτο καταφιλεῖν· ἐρωτηθεῖσα δὲ ὑπὸ κυνὸς ,,τί τοῦτο ποιεῖς;“ „τιθηνοῦμαι αὐτὸ, ἔφη, καὶ προσπαίζω.“ Καὶ ὁ κύων
20
ἔφη· ,,καὶ νῦν, ἄν μὴ ἀφῇς τὸ ἀρνίον, τὰ κυνῶν σοι προσοίσιω.Πρὸς ἄνδρα ῥᾳδιουργὸν καὶ μωροκλέπτην ὁ λόγος εὔκαιρος.
Ἀλώπηξ μηδέποτε θεασαμένη λέοντα, ἐπειδὴ κατά τινα τύχην ὑπήντησεν αὐτῷ, τὸ μὲν πρῶτον ἰδοῦσα αὐτὸν οὕτως ἐφοβήθη, ὡς μικροῦ καὶ ἀποθανεῖν. Ἐκ δευτέρου δὲ αὐτῷ περιτυχοῦσα, ἐφοβήθη μὲν, ἀλλʼ οὐχ ὡς τὸ πρότερον. Ἐκ τρίτου δὲ θεασαμένη αὐτὸν οὕτως κατεθάρσησεν, ὡς καὶ προσελθοῦσα αὐτῷ διαλεχθῆναι.
Ὁ μῦθος δηλοῖ, ὅτι καὶ τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.