Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

19

Αἴσωπος ἐν Σάμῳ δημηγορῶν, κρινομένου δημαγωγοῦ περὶ θανάτου, ἔφη· Ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα· οὐ δυναμένην δʼ ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν, καὶ κυνοραϊστὰς πολλοὺς ἔχεσθαι αὐτῆς· ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτὴν, κατοικτείραντα εἰπεῖν, εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραῖστάς· τὴν δὲ οὐκ ἐᾶν. Ἐρομένου δὲ, διὰ τί, ,,ὅτι οὗτοι μὲν“ φάναι ,,ἤδη μου πλήρεις εἰσὶ καὶ ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλῃ, ἕτεροι ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν οἷμα.“ — „Ἀτὰρ καὶ ὑμᾶς,“ ἔφη ,,ὦ ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάψει· πλούσιος γάρ ἐστιν· ἐὰν δὲ ἀποκτεί- νητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμῖν ἀναλώσουσι τὰ κοινὰ κλέπτοντες.“

Ἀλώπηξ καὶ κροκόδειλος περὶ εὐγενείας ἢριζον. Πολλὰ δὲ τοῦ κροκοδείλου διεξιόντος περὶ τῆς τῶν προγόνων λαμπρότητος, καὶ τὸ τελευταῖον λέγοντος, ὅτι γεγυμνασιαρχηκότων ἐστὶ πατέρων, ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· ,,ἀλλὰ κἂν σὺ μὴ εἴπῃς, ἀπὸ τοῦ δέρματος φαίνῃ, ὅτι ἀπὸ πολλῶν ἐτῶν εἶ γεγυμνασμένος.“

Οὕτω καὶ τῶν ψευδολόγων ἀνθρώπων ἔλεγχός ἐστι τὰ πράγματα.