Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀλώπηξ θεασαμένη ἐγκάθειρκτον λέοντα, καὶ τούτου στᾶσα ἐγγὺς, δεινῶς αὐτὸν ὕβριζεν. Ὁ δὲ λέων ἔφη πρὸς αὐτήν· ,,οὐ σύ με καθυβρίζεις, ἀλλʼ ἡ προσπεσοῦσά μοι ἀτυχία.“
Ὁ μῦθος οὗτος δηλοῖ, ὡς πολλοὶ τῶν ἐνδόξων, δυσπραγίαις περιπίπτοντες, ὑπ εὐτελῶν ἐξουθενοῦνται.
Ἀλώπηξ λέοντι συνῆν ἐν ὑπηρέτου προσχήματι· καὶ ἡ μὲν ἄγρας ἐμήνυεν, ὁ δὲ ἐμπίπτων ἐλάμβανεν. Ἑκατέρῳ τοίνυν πρὸς τὴν ἀξίαν διῃρεῖτο μερίς. Ζηλοτυπήσασα δὲ ἡ ἀλώπηξ τῶν πλεόνων τὸν λέοντα, θηρᾶν ἀντὶ τοῦ μηνύειν ᾑρεῖτο. Καὶ πειρωμένη ποίμνης τι λαβεῖν, κατέστη πρώτη τοῖς θηρῶσιν εἰς θήραμα.
Ἄρχεσθαι μᾶλλον ἀσφαλῶς ἄμεινον, ἤ κρατεῖν σφαλερῶς.