Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Πίθηκος ἐπί τινος ὑψηλοῦ δένδρου καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἔν τινι ποταμῷ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπʼ αὐτῶν πραττόμενα. Ὡς δὲ ἐκεῖνοι τὴν σαγήνην ἀνασπάσαντες μικρὸν ἄποθεν ἠρίστων, ὁ πίθηκος καταβὰς ἀπὸ τοῦ δένδρου ἐπειρᾶτο καὶ αὐτὸς τὰ αὐτὰ πράττειν· φασὶ γὰρ μιμητικὸν ζῶον εἶναι τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων ὡς συνελήφθη, ἔφη πρὸς ἑαυτόν· ,,ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ, ἁλιεύειν μὴ μαθών, τούτῳ ἐπεχείρουν;“

Ὁ λόγος δηλοῖ, ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιβλαβής ἐστι.

Ἔθους ὄντος τοῖς πλέουσι μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ, πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. Γενομένων δʼ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμιῶνα σφοδρὸν συνέβη γενέσθαι. Τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμβώντων, ἐνήχετο καὶ ὁ πίθηκος. Δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἅνθρωπον εἶναι ὑπολαβὼν, ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. Ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Αθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος ἐστὶν Αθηναῖος. Τοῦ δὲ εἰπόντος, καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐπανήρετο, εἰ καὶ τὸν Πειραιᾶ ἐπίσταται. Ὑπολαβὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν, ἔφη, καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. Καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας, βαπτίζων αὐτὸν ἀπέκτεινεν.

179

Ὁ μῦθος πρὸς ἄνδρας, οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν.

Εὐτεκνίης ἔπαθλα πᾶσι τοῖς ζώοις ὁ Ζεὺς ἔθηκε, πάντα δʼ ἔβλεπεν κρίνων. ἦλθεν δὲ καὶ πίθηκος, ὡς καλὴ μήτηρ πίθωνα γυμνὸν σιμὸν ἠρμένη κόλποις. γέλως δʼ ἐπʼ αὐτῷ τοῖς θεοῖς ἐκινήθη· ἡ δʼ εἶπεν οὔτω· ,,Ζεὺς μὲν οἶδε τὴν νίκην· ἐμοὶ δὲ πάντων οὗτός ἐστι καλλίων.“

[Ὁ λόγος δοκεῖ μοι πᾶσι τοῦτο σημαίνειν· τά γʼ αὐτὸς αὑτοῦ πᾶς τις εὐπρεπῆ κρίνει.]

Ἐν συνόδῳ τῶν ἀλόγων ζώων πίθηκος ἀναστὰς ὠρχεῖτο. Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος, καὶ ὑπὸ πάντων ἐπισημαινομένου, κάμηλος φθονήσασα ἠβουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι· πολλὰ δὲ αὐτῆς ἄτοπα ποιησάσης, τὰ ζῶα ἀγανακτήσαντα, ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.

Πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους καὶ σφαλλομένους ὁ λόγος εὔκαιρος.

Τοὺς πιθήκους φασὶ δύο τίκτειν, καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετʼ ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. Συμβαίνει δὲ κατά τινα θείαν τύχην, τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι.

180

Ὁ λόγος δηλοῖ, ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκε.

Δύο γεννᾷ τέκνα μιμώ· καὶ τὸ μὲν ἓν ἀγαπᾷ, τὸ δὲ ἕτερον μισεῖ. Καὶ ὃ μὲν στέργει, ἀεὶ ἐν τοῖς κόλποις περιφέρουσα καὶ τιθεῖσα ἔνθεν κἀκεῖθεν καὶ τοῦτο καταφιλοῦσα ἀποπνίγει· ὃ δὲ μισεῖ καὶ διώκει, τοῦτο ἐν ταῖς ἐρημίαις ἀπελθὸν ζῇ καθʼ αὐτό.

Ὅτι τισὶν ἐχθραίνειν μᾶλλόν ἐστι καλὸν ἢ φιλεῖν.

Ἐμβάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ αὐτῶν πελαγίων, συνέβη χειμῶνα ἐξαίσιον γενέσθαι, καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλεόντων ἕτερος περιῤῥηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετὰ οἰμωγῆς καὶ στεναγμῶν, χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν γαλήνης γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στεῤῥζὸς ὁ κυβερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· ,,ἀλλʼ ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ, ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος ἐσομένου.“

Μὴ σφόδρα κατεπαίρεσθαι ταῖς εὐτυχίαις ὁ μῦθος διδάσκει, τῆς τύχης τὸ εὐμετάβλητον ἐννοουμένους.

Πλούσιος βυρσοδέψῃ παρακείμενος, μὴ δυνάμενος τὴν δυσωδίαν φέρειν, ἐπέκειτο αὐτῷ, ἵνα μεταβῇ. Ὁ δὲ ἀνεβάλλετο, λέγων μετʼ ὀλίγον χρόνον μεταβήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέβη τὸν

181
πλούσιον ἐν συνηθείᾳ τῆς ὀσμῆς τούτου γενόμενον, μηκέτι αὐτῷ διενοχλεῖν.

Ὁ λόγος δηλοῖ, ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.

Πλούσιος δύο θυγατέρας ἔχων, τῆς μιᾶς ἀποθανούσης, θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λαλούσης· ,,ὡς ἄθλιαι, εἴγε αὐταὶ, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἰ δὲ μηδὲν προσήκουσαι οὕτω σφοδρῶς κόπτονται καὶ κλαίουσιν,“ ἡ μήτηρ ἔφη· ,,μὴ θαύμαζε, τέκνον, εἰ αὗται οὕτως θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν.“

Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσιν ἀλλοτρίας συμφορὰς ἐργολαβεῖν.

Ποιμὴν, ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. Ἀπεμπολήσας οὖν τὰ πρόβατα καὶ φοινίκων βαλάνους πριάμενος, ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου, καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκβαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηιῒ διεσώθη. Μετὰ δʼ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς, καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαβὼν οὗτος εἶπε· ,,φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα.“

Ὁ μῦθος δηλοῖ, ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.

Ποιμιὴν ἔν τινι τόπῳ παραθαλασσίῳ ποίμνια νέμων,

182
ὡς ἐθεάσατο τὴν θάλασσαν γαληνόν τε καὶ πραεῖαν, ἐπεθύμησε πλεῦσαι· διόπερ πωλήσας αὑτοῦ τὰ πρόβατα καὶ φοίνικας ἀγοράσας, ναῦν ἐμφορτωσάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσας αὐτὸς μόλις ἐπὶ τῆς γῆς διεσώθη. Μετʼ οὐ πολλὰς οὖν ἡμέρας τῆς θαλάσ- σης γαληνιώσης, ὡς ἐθεάσατό τινα παριόντα καὶ ἐπαι- νοῦντα τῆς θαλάσσης τὴν ἠρεμίαν, ἔφη· ,,ὦ οὗτος, αὕτη γάρ σοι φοινίκων ἐπιθυμεῖ.

Οὕτω πολλάκις τὰ παθήματα τοῖς φρονίμοις γίνε- ται μαθήματα.

Μάνδρας εἴσω πρόβατα ποιμὴν εἰσάγων, λύκον ἤμελλε συγκλεῖσαι, εἰ μὴ κύων ἰδὼν τοῦτον εἶπε πρὸς τὸν ποιμένα· ,,πῶς, τὰ πρόβατα σῶσαι θέλων, τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ;

Ὅτι μεγίστην βλάβην καὶ θάνατον οἶδε προσφέρειν ἡ τῶν κακῶν συνουσία.

Ποιμὴν, ἔχων κύνα παμμεγέθη, τούτῳ εἰώθει τὰ ἔμβρυα καὶ τὰ ἀποθνήσκοντα τῶν προβάτων παραβάλλειν. Καὶ δὴ ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προβάτοις καὶ σαίνοντα αὐτὰ, εἶπεν· ,,ἀλλʼ ὦ οὗτος, ὃ θέλεις σύ τούτοις, ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο.“

Πρὸς ἄνδρα λόγοις μὲν φίλον φαινόμενον, πονηρὰ δὲ κατὰ νοῦν βουλευόμενον.

Ποιμὴν σκύλακα εἰώθει τρέφειν ἐκ τῶν θνησκόντων προβάτων. Καὶ δή ποτε ἐγγὺς ἀμνάδος νοσούσης

183
ἵστάμενον εἶδε τὸν κύνα, κατηφῆ καὶ δοκοῦντα δακρύειν· καὶ ὁμαλίζων αὐτὸν εἶπεν· ,,καλῶς ποιεῖς συμπαθῶν· πλὴν ἀλλὰ μὴ γένοιτο μηδὲ συμβαίη ὅπερ θέλεις.“

Ὅτι τοιοῦτος πᾶς ἐστιν, ὃς κληρονόμος ἐστίν.

Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἀνέτρεφεν, οἰόμενος, ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόβατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπάζοντες αὐτῷ οἴσουσιν. Οἱ δὲ ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρώτην αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. Ὁ δὲ ἀναστενάξας εἶπεν· ,,ἀλλʼ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσωζον, οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν;“

Οὕτως οἱ τοὺς πονηροὺς περισώζοντες λανθάνουσι καθʼ αὐτῶν πρῶτον αὐτοὺς ῥωννύντες.

Ποιμὴν, νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος, σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθʼ ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον, καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβὼν, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν.

Ὁ μῦθος δηλοῖ, ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει.

184

Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἑκ τῶν σύνεγγυς ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· ,,ὅρα, μή πως σὺ ἐθίσας με ἁρπάζειν, πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς

Οἱ τῇ φύσει δεινοὶ, ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες, τοὺς διδάξαντας πολλάκις πλείονα ἔβλαψαν.

Ἔδοξέ ποτε τῷ λύκῳ τὴν φύσιν τῷ σχήματι μεταλλάξασθαι, ὡς ἂν οὕτως ἀφθονίαν ἕξῃ τροφῆς· καὶ δορὰν οἰὸς περιβεβλημένος μετὰ τῆς ποίμνης ἐνέμετο, τὸν ποιμένα φενακίσας τῷ μηχανήματι. Νυκτὸς δὲ γενομένης, συναπεκλείσθη καὶ ὁ θὴρ παρὰ τοῦ ποιμένος τῇ μάνδρᾳ, καὶ φραγμὸς τῇ εἰσόδῳ περιετέθη, καὶ ἀτεχνῶς ὁ περίβολος κατησφάλιστο. Ὡς δὲ ὁ ποιμὴν ἠράσθη τροφῆς, μαχαίρᾳ τὸν λύκον ἀπέκτεινεν.

Οὕτως ἄρα ὁ τὸν ἐπείσακτον κόσμον ὑποκριθεὶς τῆς ζωῆς πολλάκις ἐστέρηται, καὶ τὴν σκηνὴν εὗρε παραιτίαν μεγάλου συμπτώματος.

Ποιμὴν ἀνὴρ καὶ μάγειρος ἐβάδιζον ἄμφω κοινὴν ὁδόν. Ἰδόντες δὲ ἐκ ποίμνης ἄρνα εὐτραφῆ πλανώμενον, ἀπολειφοθέντα τῶν συννόμων, ὤσαντο ἐπʼ αὐτὸν ἄμφω· ἦν δʼ ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις. Ἐρωτᾷ ὁ ἀμνὸς, τίς ὢν ἑκάτερος ἐθέλει αὐτὸν μεταχειρίσασθαι καὶ ἄγειν. Ὡς δὲ ἐπύθετο τἀληθῆ αὐτὰ καὶ ἀμφοῖν τὴν τέχνην, φέρων ἑαυτὸν ἐπιτρέπει τῷ ποιμένι, λέγων πρὸς τὸν μάγειρον· ,,σὺ μὲν γὰρ

185
δήμιός τις εἶ καὶ μιαιφόνος τῆς ἀρνῶν ποίμνης, τούτῳ δʼ ἐξαρκέσειεν ἂν καλῶς τὰ ἡμέτερα ἔθη.“

Ποιμὴν ἐλάσας τὰ πρόβατα εἰς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱμάτιον ἐπὶ ταύτην ἀνέβη, καὶ τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους, ἔλαθε διαῤῥήξαντα καὶ τὸ ἱμάτιον. Ὁ δὲ ποιμὴν καταβὰς, ὡς ἐθεάσατο τὸ γεγονὸς, εἶπεν· ,,ὦ κάκιστα ζῶα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτα παρέχετε, ἐμοῦ δὲ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε.“

Οὕτως καὶ τῶν ἀνθρώπων πολλοὶ, διʼ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες, κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.