Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀνὴρ δειλὸς ἐπὶ πόλεμον ἐξῄει. Φθεγξαμένων δὲ κοράκων, τὰ ὅπλα θεὶς ἡσύχαζεν. Εἶτα ἀναλαβὼν αὖ- θις ἐξῄει, καὶ φθεγγομένων πάλιν ὑπέστη, καὶ τέλος εἶπεν· ,,ὑμεῖς κεκράξεσθε μὲν μέγιστον ὡς δυνατὸν, ἐμοῦ δὲ οὐ γεύσεσθε.“
Ποταμοὶ συνῆλθον ἐπὶ τὸ αὐτὸ, καὶ τὴν θάλασσαν κατῃτιῶντο, λέγοντες αὐτῇ· ,,διὰ τί ἡμᾶς, εἰσερχομένους ἐν τοῖς σοῖς ὕδασι, καὶ ὑπάρχοντας ποτίμους καὶ γλυκεῖς, ἀπεργάζῃ ἁλμυροὺς καὶ ἀπότους;“ Ἡ δὲ θάλασσα ἰδοῦσα, ὅτι αὐτῆς καταμέμφονται, λέγει πρὸς αὐτούς· ,,μὴ ἔρχεσθε καὶ μὴ γίνεσθε ἀλμυροι.“
Οὗτος ὁ μῦθος ποριστᾷ τοὺς ἀκαίρως αἰτιωμένους τινὰς, καὶ παρʼ αὐτῶν μᾶλλον ὠφελουμένους.
Ποταμὸς, διʼ αὐτοῦ βύρσαν φερομένην ἰδὼν, ἠρώτησε, τίς καλεῖται. δὲ εἶπε,,ξηρά.“ Ἐπικαχλάσας δὲ τῷ ῥεύματι εἶπεν· ,,ἄλλο τι ζήτει καλεῖσθαι· ἁπαλὴν γὰρ ἐγὼ ἤδη ταχὺ ποιήσω σε.“
Πρόβατον ἀφυῶς κειρόμενον πρὸς τοὺς κείροντας ἔφη· ,,εἰ μὲν ἔρια ζητεῖτε, ἀνωτέρω τέμνετε· εἰ δὲ κρέως ἐπιθυμεῖτε, ἅπαξ με καταθύσατε, τοῦ κατὰ μικρὸν βασανίζειν ἀπαλλάξαντες.“
Πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ λόγος εὔκαιρος.
Ἐν τόπῳ τινὶ χήρα τις εἶχε πρόβατον. Τούτου δὲ τὸν πόκον λαβεῖν θέλουσα, ἔκειρεν ἀτέχνως, σὺν τῷ μαλλῷ καὶ τὴν σάρκα ψαλίζουσα. Τὸ δὲ πρόβατον ἀλγοῦν ἔλεγε· ,,τί με βλάπτεις; πόσην γὰρ ὁλκὴν τὸ ἐμὸν αἷμα προσθήσει; Καὶ εἰ μὲν κρεῶν, ὦ δέσποινα, χρῄζεις, μάγειρος ἔστιν, ὃς μὲ συντόμως θύσει· εἰ δʼ ἐρίου καὶ πόκου, κουρεὺς ἔστι πάλιν, ὃs καὶ κερεῖ με καὶ σώσει.“
Οἱ ἀπειρίαν πράγματός τινος ἔχοντες καὶ διὰ πλεονεξίαν τοῦτο μεταχειριζόμενοι οὐ τοσοῦτον κέρδος, ὅσην βλάβην καρποῦνται.
Προμηθεὺς κατὰ πρόσταξιν τοῦ Διὸς ἀνθρώήπους ἔπλασε καὶ θηρία. Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῶα, ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείραντα ἀνθρώπους μετατυπῶσαι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέβη τοὺς ἐκ τούτων
Ἔλεγχον ὁ μῦθος ἔχει πρὸς ἄνδρας θηριώδεις καὶ ὀργίλους.
Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη πρὸς αὐτό· ,,οἷον ἄνθος εὐπρεπὲς εἶ, ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίαρ.“ Τὸ δὲ εἷπεν· ,,ἐγὼ μὲν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καὶ, κἂν μηδεὶς κόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς ἀεὶ, καὶ ζῇς οὕτω νέον.“
Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν, ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταβολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.
Ῥοιὰ καὶ μηλέα περὶ εὐκαρπίας ἤριζον· πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· ,,ἀλλʼ, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι.
Οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνταί τινες εἶναι.
Σαλπιγκτὴς, στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων, ἐβόα· ,,μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι.“ Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· ,,διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν, τοὺς πάντας πρὸς μάχην ἐγείρεις.“
Ὁ μῦθος δηλοῖ, ὅτι πλέον πταίουσιν οἱ τοὺς κα κοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.
Τοῦ Σατύρου τὸ πῦρ, ὡς πρῶτον ὤφθη, βουλομένου φιλῆσαι καὶ περιβαλεῖν, ὁ Προμηθεύς·
,, Τράγος γένειον ἆρα πενθήσεις σύ γε·“ καίει τὸν ἁψάμενον, ἀλλὰ φῶς παρέχει καὶ θερμότητα, καὶ τέχνης ἀπάσης ὄργανόν ἐστι τοῖς χρῆσθαι μαθοῦσιν.
Διαῥραγῆναί φασιν ἐκ μέσου νώτου δράκοντι μῆκος ἐξισουμένην σαύραν.
Βλάψεις σεαυτὸν κοὐδὲν ἄλλο ποιήσεις, ἂν τόν σε λίαν ὑπερέχοντα μιμήσῃ.
Σελήνη ποτὲ ἐδεῖτο τῆς ἑαυτῆς μητρὸς, ὅπως αὐτῇ χιτώνιον ὑφάνῃ σύμμετρον. Ἡ δʼ εἶπεν· ,,καὶ πῶς σύμμετρον ὑφήνω; νῦν μὲν γὰρ ὁρῶ σε πανσέληνον, αὖθις δὲ μηνοειδῆ, ποτὲ δʼ ἀμφίκυρτον.“
Οὕτω καὶ πρὸς ἄνθρωπον ἀνόητον καὶ φαῦλον οὐδέν ἐστι μέτρον οὐσίας· ἄλλοτε γὰρ ἄλλος ἐστὶ ταῖς χρείαις διὰ τὰς ἐπιθυμίας καὶ τὰς τύχας.
Λυκοῦργος ὁ νομοθέτης βουλόμενος ἐκ τῆς προϋπαρχούσης διαίτης τοὺς πολίτας εἰς σωφρονεστέραν
Πᾶσιν πεφύκει θηρσὶ καὶ πτηνοῖς μάχη ἥλω Λίβυσσα στρουθὸς, ἣ τούσδʼ ἐπλάνα, εἶναι μὲν ὄρνις, ἐκ μέσου δὲ θηρίον, πτηνοῖς κάραν δεικνῦσα, τοῖς θηρσὶν πόδας.
Πρὸς τοὺς δυσὶ κυρίοις δουλεύοντας καὶ πλανῶντας ἀμφοτέρους.
Σφῆκες καὶ πέρδικες, δίψῃ συνεχόμενοι, πρὸς γεωργὸν ἠλθον, παρʼ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες, σκάπτειν τὰς ἀμπέλους· οἱ δὲ σφῆκες, κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοβεῖν τούς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· ,,ἀλλʼ ἔμοιγέ εἰσι δύο βόες, οἵ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἅμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι, ἤπερ ὑμῖν.“
Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις, ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.
Σφήξ ποτε ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τοῖς κέντροις πλήσσων, ἐχείμαζεν. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι καὶ ἀποσοβῆσαι, ὡς ἐθεάσατο ἅμαξανμεστὴν ξύλων, ἀμηχανῶν τὴν κεφαλὴν τῷ τροχῷ ὑπέθηκε, φάσκων· ,,συντελευτῶ κἀγὼ τῷ ἐχθρῷ μου.“ Καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν.
Ὀ λόγος δηλοῖ, ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνήσκειν.
Ἐνέμοντο τρεῖς μετʼ ἀλλήλων βόες. Λέων δὲ τούτους φαγεῖν θέλων, διὰ τὴν ὁμόνοιαν ἐδειλία· αἱμύλοις δὲ λόγοις τούτους διαχωρίσας, μεμονωμένους, τούτων ἑνα καθʼ ἕνα εὑρών, ἀδεῶς ἤσθιεν.
Ταῦροι τρεῖς τὴν αὐτὴν δίαιταν ἐπεποίηντο. Λέων δέ τις αὐτοῖς παρηκολούθει θηρᾶσαι βουλόμενος· καὶ
Οὕτως ὁμόνοια τοῖς χρωμένοις σωτήριον.
Ταῦρος εὐρηκῶς κοιμώμενον λέοντα, τοῦτον κερατίσας ἀπέκτεινεν· ἐπιστᾶσα δὲ ἡ ἐκείνου μήτηρ, πνκρῶς αὐτὸν ἀπεκλαίετο. δῶν δὲ αὐτὴν σύαγρος ὀλοφυρομένην, μακρόθεν ἑστὼς ἔφη πρὸς αὐτήν· ,,ὤ πόσοι ἄρα τυγχάνουσιν ἅνθρωποι θρηνοῦντες, ὡν τὰ τέκνα ὑμεῖς ἀπεκτείνατε.“
Ὁ λόγος δηλοῖ, ὅτι ἐν ᾧ μέτρῳ μετρεῖ τις, μετρηθήσεται αὐτῷ.
Λέοντα φεύγων ταῦρος εἰσῆλθεν εἰς σπήλαιον· τράγος δὲ τοῦτον τοῖς κέρασιν ἐξώθει. Ὁ δʼ εἶπεν· ,,οὐ σὲ, ἀλλὰ τὸν λέοντα φοβοῦμαι· ἐπεὶ παρελθέτω τὸ θηρίον, καὶ τότε γνώσῃ, τίς ἡ δύναμις ταύρου καὶ τράγου.“
Ὅτι πολλάκις καὶ δυνατούς ἄνδρας αἱ συμφοραὶ ταπεινοῦσιν, ὥστε τὰς ἐξ εὐτελῶν καὶ δειλῶν ὑπομένειν αἰκίας.