Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο· οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπʼ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἀλλήλους μάχην, ἐπʼ ἐκείνους ἐτράπησαν.

Οὕτω καὶ οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν αὑτοὺς παρεισβάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.

Ὄφις καρκίνῳ συνδιῃτᾶτο, ἑταιρείαν πρὸς αὐτὸν ποιησάμενος. Ὁ μὲν οὖν καρκίνος ἁπλοῦς ὢν τὸν τρόπον, μεταβαλέσθαι κἀκείνῳ παρῄνει τῆς πανουργίας· ὁ δὲ οὐδοτιοῦν ἑαυτὸν παρεῖχε πειθόμενον. Ἐπιτηρήσας δʼ ὁ καρκίνος αὐτὸν ὑπνοῦντα, καὶ τοῦ φάρυγγος τῇ χηλῇ λαβόμενος καὶ ὅσον οἷόν τε πιέσας, φονεύει. Τοῦ δʼ ὄφεως μετὰ θάνατον ἐκταθέντος, ἐκεῖνος εἶπεν· ,,οὕτως ἔδει καὶ πρόσθεν εὐθὺν καὶ ἁπλοῦν εἶναι· οὐδὲ γὰρ ἂν ταύτην τὴν δίκην ἔτισας.“

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς φίλοις σὺν δόλῳ προσιόντες αὐτοὶ μᾶλλον βλάπτονται.

Ὄφις, ὑπὸ πολλῶν ἀνθρώπων πατούμενος, τῷ Διὶ ἐνετύγχανεν. Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· ,,ἀλλʼ εἰ τὸν πρότερον πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι.“

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοῖς πρότερον ἐπιβαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοβεροὶ γίνονται.

171

Βοῦν τινες ἐπʼ ἀγρῷ θύσαντες, τοὺς συγγενεῖς εκαλεσαν· ἐν δὲ τούτοις ἦν καὶ γυνὴ πενιχρὰ, μεθʼ ἧς καὶ ὁ παῖς. Τὸ δὲ παιδίον, τῶν κρεῶν πλήσας τὴν γαστέρα καὶ ὀδυνώμενος, ἔλεγεν· ,,ὦ μῆτερ, ἐμῶ τὰ σπλάγχνα.“ δὲ εἶπεν· ,,οὐχὶ τὰ σὰ, τέκνον, ἃ δὲ κατέφαγες.“

Ὁ λόγος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμβάνων, ὅταν ἀπαιτηθῇ, οὕτως ἄχθεται, ὡς οἴκοθεν προῖέμενος.

Υἱόν τις γέρων δειλὸς μονογενῆ ἔχων γενναῖον, κυ-νηγεῖν ἐφιέμενον, εἶδε τοῦτον καθʼ ὕπνους ὑπὸ λέοντος ἀναλωθέντα. Φοβηθεὶς δὲ, μή πως ὁ ὄνειρος ἀληθεύσῃ, οἴκημα κάλλιστον καὶ μετέωρον κατεσκεύασε· κἀκεῖσε τὸν υἱὸν εἰσαγαγὼν ἐφύλαττεν. Ἐζωγράφησε δὲ ἐν τῷ οἰκήματι πρὸς τέρψιν τοῦ υἱοῦ παντοῖα ζῶα, ἐν οἷς ἦν καὶ λέων. Ὁ δὲ ταῦτα ὁρῶν πλείονα λύπην εἶχε. Καὶ δή ποτε πλησίον τοῦ λέοντος στὰς εἶπεν· ,,ὡ κάκιστον θηρίον, διὰ σὲ καὶ τὸν ψευδῆ ὄνειρον τοῦ ἐμοῦ πατρὸς τῇδε τῇ οἰκίᾳ κατεκλείσθην, ὡς ἐν φρουρᾷ· τί σοι ποιήσω;“ Καὶ εἰπὼν ἐπέβαλε τῷ τοίχῳ τὴν χεῖρα, ἐκτυφλῶσαι τὸν λέοντα. Σκόλοψ δὲ τῷ δακτύλῳ αὐτοῦ ἐμπαρεὶς, ὄγκωμα καὶ φλεγμονὴν μέχρι βουβῶνος εἰργάσατο· πυρετὸς δὲ ἐπιγενόμενος αὐτῷ, θᾶττον τοῦ βίου μετέστησεν. Ὁ δὲ λέων καὶ οὕτως ἀνῄρηκε τὸν παῖδα, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.

Ὁ μῦθος δηλοῖ, ὅτι οὐδεὶς δύναται τὸ μέλλον ἐκφυγεῖν.

172

Υἱόν τις ἔχων μονογενῆ ἀνδρεῖον, εἶδε καθʼ ὕπνον ὑπὸ λέοντος θνήσκειν. Ὁ δὲ φοβηθεὶς, μή πως τοὖναρ ἀληθεύσῃ, οἴκημα τερπνὸν αὐτῷ κατασκευάσας, ἐζωγράφησε τοὺς τοίχους πρὸς τὴν τέρψιν, ζώοις παντοίοις αὐτούς ἐγκαλλωπίσας, ἐν οἷς καὶ λέων ἀπεμορφώθη. Ὡς οὖν ἑώρα τὸν λέοντα ὁ νέος, μᾶλλον κατεῖχεν αὐτὸν ἡ λύπη πλέον, ὃς ἱστάμενος τοῦ λέοντος πλησίον, τούτῳ προσεῖπεν· ,,ὦ κάκιστον θηρίον, διὰ τὸ ὄναρ τὸ ψευδὲς τοῦ πατρός μου, ὃ αὐτὸς ἑώρακεν ἐν ὕπνοις μάτην, προσκατεκλείσθην φρουρᾷ τῇ γυναικείᾳ· ἆ! τί δέ σοι ἐγὼ ἄρτι ποιήσω;“ Ταῦτα αὐτοῦ τῷ λέοντι εἰπόντος, ἐπεξέτεινε τὴν χεῖρα ἐπὶ βάτον, τοῦ λαβεῖν κλάδους καὶ τὸν λέοντα κροῦσαι. Εὐθὺς δὲ σκόλοψ προσκρούσας τῷ δακτύλῳ, ἄλγει μεγάλῳ ἐφλέγμανε τὸν νέον, καὶ παραυτίκα ἄλαλος κατεκλίθη. Ὑπανάψας δὲ πυρετὸς ἐξαπίνης, θᾶττον ὁ νέος ἐξέλιπε τὸν βίον.

Ὁ μῦθος δηλοῖ, ὅτι ἃ μέλλει συμβῆναί τινι, τούτοις γενναίως ἐγκαρτερείτω, καὶ μὴ κατασοφιζέσθω· οὐ γὰρ ἐκφεύξει.

Παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. Πολλὰς δὲ συλλαβὼν, ὡς ἐθεάσατο σκορπίον, νομίσας ἀκρίδα εἷναι, κοιλάνας τὴν χεῖρα οἷός τε ἦν καταφέρειν αὐτοῦ. Καὶ ὃς τὸ κέντρον ἐπάρας ἔφη· ,,εἴθε γὰρ τοῦτο ποιήσειας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας, ταύτας ἀποβάλῃς.

Ὁ λόγος διδάσκει ἡμᾶς, μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ πονηροῖς τὰ αὐτὰ προσφέρειν.

173

Παῖς τις θηρεύων ἀκρίδας περιέτυχε σκορπίῳ. Ὁ δὲ τὸ τοῦ παιδὸς ἁπλοῦν θεασάμενος, τὸ κέντρον ὀξυ νας, εἶπεν· ,,ἄπελθε, παῖ, μὴ κἀμὲ θηρεύων πάντας, οὓς ἔχεις, ἀπολέσῃς.“

Ὁ μῦθος δηλοῖ, ὅτι καλόν ἐστι τὰ ἐναντία γινώσκειν, καὶ τὸ μὲν καλὸν πράττειν, τὸ δὲ κακὸν ἐκφεύγειν.

Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ἀνελόμενος τῇ μητρὶ ἐκόμισε· τῆς δὲ οὐ μόνον αὐτὸν οὐκ ἐπιπληξάσης, ἀλλὰ καὶ ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἢνεγκεν αὐτῇ, καὶ ἔτι μᾶλλον ἐκείνη ἀπεδέξατο. Προϊὼν δὲ τοῖς χρόνοις ὁ νεανίας ἐπὶ τὰ μείζονα ἐχώρει· ληφθεὶς δέ ποτε καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ μητρὸς ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, ὁ νεανίας εἶπεν· ,,θέλω τι εἰπεῖν τῇ μητρί μου εἰς τὸ οὖς·“ τῆς δὲ προσελθούσης, ταχέως ἐπελάβετο τοῦ ὠτίου αὐτῆς, καὶ ἀπέκοψε. Τῆς δὲ κατηγορούσης αὐτὸν ὡς δυσσεβῆ, ἐκεῖνος ἔφη· ,,ἀλλὰ τότε, ὅτε σοὶ πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἔπληξάς με, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, καὶ ἐπὶ θάνατον ἠγόμην.“

Ὁ λόγος δηλοῖ, ὅτι τὸ κατʼ ἀρχὰς μὴ κωλυόμενον ἐπὶ μεῖζον αὔξει.

Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. Ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει· ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ

174
δὲ μειράκιον εἶπε πρὸς αὐτόν· ,,ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψαι.“

Ὁ μῦθος δηλοῖ τοῦτο· ,,μὴ μέμφου, πλὴν ἐλέησον.“

Παιδίον πρόβατα νέμον, ὡς λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τούς ἀγρότας ἔλεγε· ,,βοηθεῖτε ὧδε· ἔρχεται λύκος.“ Οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. Τοῦτο δὲ ποιήσαντος πολλάκις, εὕρισκον ψευδόμενον. Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶντος ,,δεῦτε, λύκος,“ οὐκέτι τις ἐπίστευε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. Ὁ δὲ λύκος εὐρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως.

Ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται.

Ποιμὴν, ἐξελαύνων αὑτοῦ τὴν ποίμνην ἀπό τινος κώμης ποῤῥωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος. Ἐπιβοώμενος γὰρ τοὺς πολίτας ἐπὶ βοήθειαν, ἔλεγεν, ὡς λύκοι τοῖς προβάτοις ἐπήλθοσαν. Δὶς καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης, καὶ αὐτοῦ ἐπιβοῶντος ἐπὶ βοηθείᾳ, ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον. Καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ πρόβατα.

Ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι, τὸ μηδὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.

175

Παρακαταθήκας τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ, τίς τε εἴη, καὶ ποῖ πορεύοιτο; Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι, καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου φοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· ,,διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα.“ Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὤμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπʼ αὐτοῦ ἐπὶ κρημνὸν, ᾐτιᾶτο αὐτὸν, ὡς, προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαβὼν ἔφη· ,,ἀλλʼ εὖ ἴσθι, ὡς ὅταν μέλλῃ τις ἀνιᾶσαί με καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα.“

Ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεβῶν ἐκ θεοῦ τιμωρία.

Φασί τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν, πενθοῦσαν τὸν υἱὸν, τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι ,,Καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμὰς, οὐκ ἔτυχε παρὸν τὸ πένθος· ἤδη δὲ νενεμημένων, ἦλθεν ὕστερον. Τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν διδόναι, ἀποροῦντα διὰ τὸ ἤδη καταναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας. Ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον

176
καὶ τὸ πένθος. Ἐὰν μὲν αὐτὸ ἀτιμάσῃς, ὦ γύναι, οὐ προσελεύσεταί σοι· ἐὰν δὲ τιμᾶται ὑπὸ σοῦ ἐπιμελῶς ταῖς δοθείσαις αὐτῷ τιμαῖς, λύπαις καὶ θρήνοις, ἀγαπήσει σε, καὶ ἀεί τί σοι παρέξεται τοιοῦτον, ἐφʼ ᾧ τιμηθήσεται παρὰ σοῦ συνεχῶς.

Πέρδικά τις θηρεύσας ἢμελλε σφάξαι· ἡ δὲ ἱκέτευε λέγουσα· ,,ἔασόν με ζῆν· ἀντʼ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω.“ Ὁ δὲ εἶπεν· ,,διʼ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις.“

Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.

Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν εἶναι· διόπερ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα καὶ ἐντινάξασα. Συνέβη οὖν αὐτῇ, τῶν πτερῶν περικλασθέντων, ἐπὶ τὴν γῆν καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων καταληφθῆναι.

Οὕτως ἔνιοι τῶν ἀνθρώπων, διὰ σφοδρὰς ἐπιθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες, ἑαυτοὺς εἰς ὄλεθρον βάλλουσι.

Περιστερὰ ἔν τινι περιστερεῶνι τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. Κορώνη δὲ αὐτῆς ἀκούσασα ἔφη· ,,ἀλλʼ, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη·

177
ὅσον γὰρ ἂν πλείονα ποιῇς, τοσοῦτον περιττοτέρας λύπας συνάγεις.“

Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν, ὅσοι ἐν τῇ δουλείᾳ τέκνα ποιοῦσι πολλά.

Ἀνθρώπων ἕκαστος δύο πήρας φέρει, τὴν μὲν ἔμπροσθεν, τὴν δὲ ὄπισθεν, γέμει δὲ κακῶν ἑκατέρα· ἀλλʼ ἡ μὲν ἔμπροσθεν ἀλλοτρίων, ἡ δὲ ὄπισθεν τῶν αὐτοῦ τοῦ φέροντος. Καὶ διὰ τοῦτο οἱ ἄνθρωποι τὰ μὲν ἐξ αὐτῶν κακὰ οὐχ ὁρῶσι, τὰ δὲ ἀλλότρια πάνυ ἀκριβῶς θεῶνται.

Λέγεται βασιλεύς τις Αἰγύπτιος πιθήκους ποτὲ πυῤῥιχίζειν διδάξαι· καὶ τὰ θηρία (μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων) ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι, ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεῖα περικείμενα· καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν τὴν θέαν, ἄχρι δή τις θεατὴς ἀστεῖος, κάρυα ὑπὸ κόλπον ἔχων, ἀφῆκεν ἐς τὸ μέσον. Οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθʼ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυῤῥιχιστῶν, καὶ ξυνέτριβον τὰ προσωπεῖα, καὶ τὴν ἐσθῆτα κατεῤῥήγνυον, καὶ ἐμάχοντο περὶ τῆς ὀπώρας πρὸς ἀλλήλους· τὸ δὲ σύνταγμα τῆς πυῤῥίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου.

Οἱ πίθηκοι συνελθόντες ἐβουλεύοντο περὶ τοῦ χρῆναι πόλιν οἰκίζειν· καὶ ἐπειδὴ ἔδοξεν αὐτοῖς, ἤμελλον ἅπτεσθαι τοῦ ἔργου. Γέρων οὖν τις πίθηκος ἐπέσχεν

178
αὐτοὺς εἰπών, ὅτι ῥᾷον ἁλώσονται περιβόλων ἐντὸς ἀποληφθέντες.