Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀλώπηξ κυνηγοὺς φεύγουσα ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευε κατακρύψαι αὐτήν· ὁ δʼαὐτῃ παρῄνεσεν, εἰς τὴν ἑαυτοῦ καλύβην εἰσελθοῦσαν κρυβῆναι. Μετʼ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων, εἰ τεθέατα ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν φωνῇ ἡρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκέκρυπτο. Τῶν δὲ οὐχ οἷς ἔνευε προςσχόντων, ἀλλʼ οἷς ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἁπαλλαγέντας, ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο· μεμφομένου δʼ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ᾽ αὐτοῦ οὐδὲ φωνῆς αὐτὸν ἠξίωσεν, ἔφη· „ἀλλʼ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῶν χειρῶν καὶ τοὺς τρόπους εἶχες.
Τούτῳ τῷ λόγῳ χρήσαιτʼ ἄν τις πρὸς ἐκείνους τῶν ἀνθρώπων, οἵτινες τὰ μὲν χρηστὰ σαφῶς ἐπαγγέλλονται, ἔργα δὲ φαῦλα δρῶσιν.
Ἔλαφον διώκει λέων. δὲ φεύγουσα ὑπεξάγει καὶ καταδύεται εἰς δρυμῶνα βαθύν. Ὁ δὲ λέων, ἐπιστὰς τῷ δρυμῷ, ἐρωτᾷ τὸν ποιμένα, εἴ που εἶδε πτήξασαν τὴν ἔλαφον. Ὁ δὲ ποιμὴν οὐκ ἔφη εἰδέναι, καὶ ὁμοῦ λέγων τὴν χεῖρα ἀνατείνας ἔδειξε τὸ χωρίον. Ὤιχετο ὁ λέων ἐπὶ τὴν δειλαίαν ἔλαφον· ἡ δὲ ἀλώπηξ πρὸς τὸν ποιμένα λέγει· ,,ὡς δειλὸς ἄρα καὶ πονηρὸς ἦσθα, δειλὸς μὲν πρὸς λέοντας, πονηρὸς δὲ εἰς ἐλάφους.“