Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Παρακαταθήκας τις λαβὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαβούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ, τίς τε εἴη, καὶ ποῖ πορεύοιτο; Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι, καὶ ἐπὶ τοὺς ἀσεβεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα, διὰ πόσου χρόνου φοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· ,,διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ διὰ τριάκοντα.“ Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὤμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπʼ αὐτοῦ ἐπὶ κρημνὸν, ᾐτιᾶτο αὐτὸν, ὡς, προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαβὼν ἔφη· ,,ἀλλʼ εὖ ἴσθι, ὡς ὅταν μέλλῃ τις ἀνιᾶσαί με καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα.“
Ὁ λόγος δηλοῖ, ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεβῶν ἐκ θεοῦ τιμωρία.
Φασί τινα τῶν ἀρχαίων φιλοσόφων εἰσιόντα πρὸς Ἀρσινόην τὴν βασίλισσαν, πενθοῦσαν τὸν υἱὸν, τοιούτῳ χρήσασθαι λόγῳ, φάμενον ὅτι ,,Καθʼ ὃν χρόνον ὁ Ζεὺς ἔνεμε τοῖς δαίμοσι τὰς τιμὰς, οὐκ ἔτυχε παρὸν τὸ πένθος· ἤδη δὲ νενεμημένων, ἦλθεν ὕστερον. Τὸν οὖν Δία, ὡς ἠξίου καὶ αὑτῷ τιμὴν διδόναι, ἀποροῦντα διὰ τὸ ἤδη καταναλῶσθαι πάσας τοῖς ἄλλοις, ταύτην αὐτῷ δοῦναι τὴν ἐπὶ τοῖς τελευτήσασι γιγνομένην, οἷον δάκρυα καὶ λύπας. Ὥσπερ οὖν τοὺς ἄλλους δαίμονας, ὑφʼ ὧν τιμῶνται, τούτους ἀγαπᾶν, τὸν αὐτὸν τρόπον