Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Παιδίον πρόβατα νέμον, ὡς λύκον ἐρχόμενον πρὸς διαφθορὰν ὁρῶν, ἐπικαλούμενον τούς ἀγρότας ἔλεγε· ,,βοηθεῖτε ὧδε· ἔρχεται λύκος.“ Οἱ δὲ ἀγρόται τρέχοντες τοῦτον εὕρισκον μὴ ἀληθεύειν. Τοῦτο δὲ ποιήσαντος πολλάκις, εὕρισκον ψευδόμενον. Μετὰ δὲ ταῦτα τοῦ λύκου προσελθόντος, καὶ τοῦ παιδὸς βοῶντος ,,δεῦτε, λύκος,“ οὐκέτι τις ἐπίστευε προσδραμεῖν αὐτῷ καὶ βοηθῆσαι. Ὁ δὲ λύκος εὐρηκὼς ἄδειαν τὴν ποίμνην πᾶσαν διέφθειρεν εὐκόλως.

Ὅτι τοσοῦτον ὄφελος τῷ ψεύστῃ, ὅτι καὶ ἀληθῆ λέγων πολλάκις οὐ πιστεύεται.

Ποιμὴν, ἐξελαύνων αὑτοῦ τὴν ποίμνην ἀπό τινος κώμης ποῤῥωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος. Ἐπιβοώμενος γὰρ τοὺς πολίτας ἐπὶ βοήθειαν, ἔλεγεν, ὡς λύκοι τοῖς προβάτοις ἐπήλθοσαν. Δὶς καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέβη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένης δὲ αὐτοῦ τῆς ποίμνης, καὶ αὐτοῦ ἐπιβοῶντος ἐπὶ βοηθείᾳ, ἐκεῖνοι ὑπολαβόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον. Καὶ οὕτως συνέβη αὐτὸν ἀπολέσαι τὰ πρόβατα.

Ὁ λόγος δηλοῖ, ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδόμενοι, τὸ μηδὲ ὅταν ἀληθεύωσι πιστεύεσθαι.