Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Πέρδικά τις θηρεύσας ἢμελλε σφάξαι· ἡ δὲ ἱκέτευε λέγουσα· ,,ἔασόν με ζῆν· ἀντʼ ἐμοῦ πολλὰς πέρδικας ἐγώ σοι κυνηγήσω.“ Ὁ δὲ εἶπεν· ,,διʼ αὐτὸ τοῦτο μᾶλλόν σε θύσω, ὅτι τοὺς συνήθεις καὶ φίλους σοι ἐνεδρεῦσαι θέλεις.“
Ὁ μῦθος δηλοῖ, ὅτι ὁ κατὰ τῶν ἑαυτοῦ φίλων δολίας μηχανὰς συντιθεὶς αὐτὸς ἐν ταῖς ἐνέδραις τῶν κινδύνων ἐμπεσεῖται.
Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαβεν ἀληθινὸν εἶναι· διόπερ πολλῷ τῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐμπεσοῦσα καὶ ἐντινάξασα. Συνέβη οὖν αὐτῇ, τῶν πτερῶν περικλασθέντων, ἐπὶ τὴν γῆν καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων καταληφθῆναι.
Οὕτως ἔνιοι τῶν ἀνθρώπων, διὰ σφοδρὰς ἐπιθυμίας ἀπερισκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες, ἑαυτοὺς εἰς ὄλεθρον βάλλουσι.