Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔχων τις κύνα μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δὴ, εἴ ποτε ἔξω δειπνοίη, ἐκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέβαλλεν. Ὁ δὲ ὄνος φθονήσας προσέδραμε (τῷ δεσπότῃ) καὶ σκιρτῶν ἐλάκτισεν αὐτόν· καὶ ὁ δεσπότης ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.
Ὁ λόγος δηλοῖ, ὅτι οὐ πάντες πρὸς ταὐτὰ πεφύκασινι.
Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαβὼν καὶ ἀναόῤῥήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα, χόρτου τε, φημὶ, καὶ κριθῆς καὶ ἀχύρου. Αηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· ,,ὑπόβαθι, φίλτατε, μικρὸν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμβάνον Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν, καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· ,,βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον.“
Ὄνος, δορὰν λέοντος ἐπενδυθεὶς, λέων ἐνομίζετο πᾶσι· καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον.
Ὅτι πένης καὶ ἰδιώτης ὤν, μὴ μιμοῦ τὰ τῶν
Ὄνος ἐν Κύμῃ, λεοντῆν περιβαλόμενος, ἠξίου λέων αὐτὸς εἶναι, πρὸς ἀγνοοῦντας τοὺς Κυμαίους ὀγκώμενος μάλα τραχὺ καὶ καταπληκτικόν· ἄχρι δή τις αὐτὸν ξένος, καὶ λέοντα ἰδὼν πολλάκις καὶ ὄνον, ἤλεγξε παίων τοῖς ξύλοις.
Ὄνος πατήσας σκόλοπα χωλὸς εἰστήκει. Λύκον δὲ ἰδὼν ἔφη αὐτῷ· ,,ὡ λύκε, ἰδοὺ ἐκ τοῦ πόνου ἀποθνήσκω· καὶ δεῖ με (μᾶλλον) σοῦ γενέσθαι δεῖπνον, ἢ γυπῶν ἢ κοράκων. Χάριν δὲ μίαν αἰτῶ σε, ἐξελεῖν πρῶτον τὸν σκόλοπα ἐκ τοῦ ποδός μου, ὅπως μὴ μετὰ πόνου τεθνήξομαι.“ Ὁ δὲ λύκος ἄκροις ὀδοῦσι δακὼν τὸν σκόλοπα ἐξεῖλεν. Ὁ ὄνος δὲ λυθεὶς τοῦ πόνου, ἐπὶ τὸν λύκον χάσκοντα λακτίσας, φεύγει, ῥῖνας καὶ μέτωπον καὶ ὀδόντας συνθλάσας. Ὁ δὲ λύκος ἔφη· ,,οἴμοι, δίκαια πάσχω, ὅτι μάγειρος εἶναι μαθὼν, τὸ πρῶτον νῦν ἱππίατρος ἠθέλησα γενέσθαι.“
Ὅτι τινὲς, διπλοῖς κινδύνοις περιπεσόντες, τοῖς ἐχθροῖς ὠφελεῖν πειρωμένοις δολίως ἀνταμοιβὴν κακὴν παρέσχον.
Ὄνος, ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπʼ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ, καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἣν χωλαίνει, ἔλεγεν, ὡς φραγμὸν διαβαίνων σκόλοπα ἐπάτησε, καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθʼ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσι.
Ὀδοῦσιν ἧλον εἷλεν ἐξ ὄνου λύκος· αἰτῶν δὲ μισθὸν πλήττεται λὰξ τὴν γένυν. Λύκος δέ φησι· ,,πῶς μάγειρος ὢν πάλαι, ἰατρικῆς μετῆλθον ἔργʼ ἀναξίως;“ Πρὸς τοὺς τὴν ἰδίαν τέχνην καταλιμπάνοντας καὶ ἑτέραν μετερχομένους ἐπὶ βλάβῃ.
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν εἰς κρημνὸν ἐφέρετο· μέλλοντος δʼ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαβόμενος τῆς οὐρᾶς ἐπειρᾶτο περιάγειν αὐτόν· τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· ,,νίκα· κακὴν γὰρ νίκην νικᾷς.“
Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.
Ὄνος, ἐνδυσάμενος λέοντος δέρμα, περιῄει ἐκφοβῶν τὰ ἄλογα ζῶα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ, ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα, ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ εὖ ἴσθι, ὡς καὶ ἐγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα.“
Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων, τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι, ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Ὄνος ἀκούσας τεττίγων ᾀδόντων, ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν ἡδύτητα εἶπε· ,,τί σιτούμενοι τοιαύτην φωνὴν ἀφίετε ; Τῶν δὲ εἰπόντων δρόσον, ὁ ὄνος προσπαραμένων τῇ δρόσῳ, λιμῷ διεφθάρη.
Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες, παρὰ τὸ μὴ ἐπιτυχεῖν ὧν ἐφίενται, καὶ τὰ μέγιστα δυστυχοῦσιν.
Ὄνος ἀκούσας τεττίγων ᾀδόντων ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ, καὶ ζηλώσας αὐτῶν τὴν φωνὴν ἐπελάθετο καὶ τῆς οἰκείας φωνῆς.
Οὕτως οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες καὶ ἄ ἔχουσι δυστυχοῦσι.
Ὄνος τις ἀναβὰς εἰς τὸ δῶμα καὶ παίζων τὸν κέραμον ἔθλα, καί τις αὐτὸν ἀνθρώπων ἐπιδραμὼν κατῆγε τῷ ξύλῳ παίων. ὁ δʼ ὄνος πρὸς αὐτὸν, ὃς τὸ νῶτον ἤλεγχεν, ,,καὶ μὴν πίθηκος ἐχθὲς “ εἶπε ,,καὶ πρώην ἔτερπεν ὑμᾶς αὐτὸ τοῦτο ποιήσας.“ Ὁ μῦθος πρὸς ἄνδρας τοὺς ἐναντίας ἔχοντας τὰς δόξας καὶ κινδύνους ἑαυτοῖς ἐπιφέροντας.
Δημοσθένης ὁ ῥήτωρ, λέγειν ποτὲ κωλυόμενος ὑπὸ Αθηναίων ἐν ἐκκλησίᾳ, βραχὺ ἔφη βούλεσθαι πρὸς
Ἐμισθώσατό τις ὄνον ἀπιὼν εἰς Δελφούς. Καὶ ὡς καῦμα κατήπειγεν, ὑπὸ τὴν σκιὰν τοῦ ὄνου κατέδυ ὁ μισθωσάμενος αὐτόν. Ὁ δὲ τοῦ ὄνου δεσπότης ἐμάχετο αὐτῷ, λέγων ὅτι ,,τὸν ὄνον σοι ἐμίσθωσα, οὐχὶ καὶ τὴν σκιὰν αὐτοῦ.“
Ὁ λόγος περὶ τῶν ἐπʼ εὐτελέσι φιλονεικούντων.
Ὀρνιθοθήρας πτηνοῖς παγίδας ἵστα· κόρυδος δὲ αὐτὸν θεασάμενος ἠρώτα, τί ποιεῖ. Τοῦ δὲ εἰπόντος πόλιν κτίζειν, καὶ μικρὸν ὑποχωρήσαντος, πεισθεὶς τοῖς λόγοις προσῆλθεν· ἐσθίων δὲ τὸ δέλεαρ ἔλαθεν ἐμπεσὼν εἰς τοὺς βρόχους. Τοῦ δὲ ὀρνιθοθήρου προσδραμόντος καὶ συλλαβόντος αὐτὸν, ὁ κόρυδος ἔφη· ,,ἐὰν τοιαύτας πόλεις κτίζῃς, οὐ πολλοὺς τούς ἐνοικοῦντας εὑρήσεις.
Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα καὶ οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσι.
Ὀρνιθοθήρᾳ φίλος ἐπῆλθεν ἐξαίφνης, μέλλοντι θύμβραν καὶ σέλινα δειπνήσειν. ὁ δὲ κλωβὸς εἶχεν οὐδέν· οὐ γὰρ ἠγρεύκει. ὥρμησε δὴ πέρδικα ποικίλον θύσων, ὃν ἡμερώσας εἶχεν εἰς τὸ θηρεύειν. ὁ δʼ αὐτὸν οὕτως ἱκέτευε μὴ κτεῖναι· ,,τὸ λοιπὸν “ εἶπε ,,δικτύῳ τί ποιήσεις, ὅταν κυνηγῇς; τίς δέ σοι συναθροίσει εὐωπὸν ἀγέλην ὀρνέων φιλαλλήλων; τίνος μελῳδοῦ πρὸς τὸν ἦχον ὑπνώσεις;“ ἀφῆκε τὸν πέρδικα, καὶ γενειήτην ἀλεκτορίσκον συλλαβεῖν ἠβουλήθη. ὁ δʼ ἐκ πεταύρου κλαγγὸν εἶπε φωνήσας· ,,πόθεν μαθήσῃ πόσσον εἰς ἕω λείπει, τὸν ὡρόμαντιν ἀπολέσας με; πῶς γνώσῃ πότʼ ἐννυχεύει χρυσότοξος Ὠρίων; ἔργων δὲ τίς σε πρωινῶν ἀναμνήσει, ὅτε δροσώδης ταρσός ἐστιν ὀρνίθων;“ κἀκεῖνος εἶπεν· ,,οἶδα χρησίμους ὥρας· ὅμως δὲ δεῖ σχεῖν τὸν φίλον τι δειπνῆσαι.“
Ὅτι τῷ ἀνδρὶ δουλεύειν ἐπιθυμίαις εἰθισμένῳ οὐδεὶς λόγος ἰσχυρὸς πρὸς τὸ μὴ πράττειν ἀεὶ τὰ καθʼ ἡδονήν.
Ὄρνις ὄφεως ὠὰ εὑροῦσα ἐπιμελῶς ἐκθερμάνασα ἐξεκόλαπτε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· ,,ὦ ματαία, τί ταῦτα ἀνατρέφεις, ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται;“
Οὕτως ἀτιθάσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.
Ὄρνιθά τις εἶχεν ὠὰ χρυσᾶ τίκτουσαν· καὶ νομίσας ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι, κτείνας εὕρηκεν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. Ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρήσειν, καὶ τοῦ μικροῦ ἐστέρηται ἐκείνου.
Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς παροῦσιν ἀρκεῖσθαι καὶ τὴν ἀπληστίαν φεύγειν.
Ἑρμῆς θρησκευόμενος ὑπό τινος περιττῶς χῆνα αὐτῷ ἐχαρίσατο ὠὰ χρύσεα τίκτουσαν· ὁ δὲ οὐκ ἀναμείνας τὴν κατὰ μικρὸν ὠφέλειαν, ὑπολαβὼν δὲ, ὅτι πάντα τὰ ἐντὸς χρύσεα ἔχει ὁ χὴν, οὐδὲν μελλήσας ἔθυσεν αὐτήν. Συνέβη δʼ αὐτὸν μὴ μόνον ὃ προσεδόκησε σφαλῆναι, ἀλλὰ καὶ τὰ ὠὰ ἀποβαλεῖν· τὰ γὰρ ἐντὸς πάντα σαρκώδη εὗρεν.
Οὕτως πολλάκις οἱ πλεονέκται διʼ ἐπιθυμίαν πλειόνων καὶ τὰ ἐν χερσὶν ὄντα προΐενται.
Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· ,,πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῶα;“ Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως εἰς βάραθρον πετρῶν ἐνεχθεῖσα, τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἔπληγεν. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν, λέγουσα· ,,σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς κακῆς γὰρ ἔριδος ἐπειράθην.“
Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ λόγος ἐλέγχει.