Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύων, ηὔξατο, ὧν ἂν εὕρῃ, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθεῖναι. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾖ ἀμύγδαλά τε ἦσαν καὶ φοίνικες, ταύτην ἀνείλετο, οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δὲ ὡς εὗρε τὰ ἐνόντα, καταφαγών ταῦτα, καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· ,,ἀπέχεις, ὡ Ερμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐκτὸς ὧν εὗρον, καὶ τὰ ἐντὸς πρὸς σὲ διανενέμηκα.“

Πρὸς ἄνδρα φιλάργυρον, διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον, ὁ λόγος εὔκαιρος.

Ὁδοιπόρος, πολλὴν ὀδὸν ἀνύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· ,,ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλʼ ἐμὲ ᾐτιῶ.“

Ἐγγὺς φρέατος παῖς τις ἐκοιμᾶτο. Ἐπιστᾶσα δὲ

156
αὐτῷ ἡ Τύχη ἐβόα· ,,ἀνάστα καὶ ἄπελθε ἐντεῦθεν, μή πως κάτω τοῦ φρέατος πέσῃς, καὶ ἐμὲ τὴν Τύχην κατα- μέμψωνται πάντες.“

Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις σφαλλόμενοι [πράττοντες κακῶς] περιπίπτομεν κινδύνοις καὶ μεμφόμεθα τὴν τύχην.

Φασὶν, ὅτε φωνήεντα ἦν τὰ ζῶα, τὴν οἶν πρὸς τὸ δεσπότην εἰπεῖν· ,,θαυμαστὸν ποιεῖς, ὃς ἡμῖν μὲν ταῖς, καὶ ἔριά σοι καὶ ἄρνας καὶ τυρὸν παρεχούσαις οὐδὲν δίδως, ὅ,τι ἂν μὴ ἐκ τῆς γῆς λάβωμεν, τῷ δὲ κυνὶ, ὃς οὐδὲν τοιοῦτόν σοι παρέχει, μεταδίδως οὗπερ αὐτὸς ἔχεις σίτου.“ Τὸν κύνα οὖν ἀκούσαντα εἰπεῖν· ,,ναὶ μὰ Δίʼ· ἐγὼ γάρ εἰμι ὁ καὶ ὑμᾶς αὐτὰς σώζων, ὥστε μήτε ὑπʼ ἀνθρώπων κλέπτεσθαι μήτε ὑπὸ λύκων ἁρπάζεσθαι· ἐπεὶ ὑμεῖς γε, εἰ μὴ ἐγὼ προφυλάττοιμι ὑμᾶς, οὐδʼ ἄν νέμεσθαι δύναισθε, φοβούμεναι μὴ ἀπόλησθε. Οὕτω δὴ λέγεται καὶ τὰ πρόβατα σνγχωρῆσαι τὸν κύνα προτιμᾶσθαι.

Ὄναγρος ὄνον ἰδὼν βαρὺν γόμον ἐπαγόμενον, [καὶ] τὴν δουλείαν αὐτῷ ἐπονειδίζων ἔλεγεν· ,,εὐτυχὴς ὄντως ἐγὼ, ὅτι ζῶν ἐλευθέρως καὶ διάγων ἀκόπως, αὐτοσχέδιον καὶ τὴν νομὴν ἐν τοῖς ὄρεσι κέκτημαι· σὺ δὲ διʼ ἄλλου τρέφῃ, καὶ δουλείαις καὶ πληγαῖς καθυποβάλλῃ διηνεκῶς.“ Συνέβη δʼ οὖν αὐθωρὸν λέοντά τινα φανῆναι, καὶ τῷ μὲν ὄνῳ μὴ προσπελάσαι, ὡς συνόντος αὐτῷ τοῦ ὀνηλάτου, τῷ δὲ ὀνάγρῳ, μεμονωμένῳ τυγχάνοντι, σφοδρῶς ἐπελθεῖν καὶ αὑτῷ θέσθαι κατάβρωμα.

157

Ὁ μῦθος δηλοῖ, ὡς οἱ ἀνυπότακτοι καὶ σκληροτράχηλοι, τῇ αὐτοβουλίᾳ φερόμενοι καὶ βοηθείας τινὸς μὴ δεόμενοι, αὐθωρὸν πτῶμα γίνονται.

Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν, πρέσβεις ἔπεμεψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. Ὅ δʼ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος, ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη, τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες, ἀπʼ ἐκείνου καὶ μέχρι νῦν, ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ παριστάμενοι οὐροῦσιν.

Ὁ λόγος δηλοῖ, ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι.

Ὄνον τις ἀγοράζειν μέλλων, ἐπὶ δοκιμασίᾳ καὶ πείρᾳ αὐτὸν ἔλαβεν· καὶ εἰσαγαγὼν αὐτὸν ἐπὶ τῆς φάτνης μετὰ τῶν ἰδίων αὐτοῦ ὄνων τοῦτον ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους ἐπὶ τῷ ἀργοτάτῳ καὶ ἀδδηφάγῳ ἔστη. [καὶ ὃς οὐδὲν ἐποίει.] Δήσας οὖν καὶ ἀπαγαγών, τῷ ἰδίῳ δεσπότῃ τοῦτον παρέδωκε. Τοῦ δὲ ἐρωτῶντος, εἰ οὕτω ταχεῖαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχν εἶπεν· ,,ἀλλʼ ἔγωγε οὐδὲ ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτος, ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο.“

Ὅτι τοιοῦτος ἕκαστος ὑπολαμβάνεται εἶναι, ὁποίοις ἑταίροις συναναστρέφεται.

Ὄνος ἄγριος, ὄνον ἥμερον ἰδὼν ἔν τινι εὐηλίῳ

158
τόπῳ, προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὄπισθεν ἑπόμενον καὶ ῥοπάλοις αὐτὸν παίοντα, ἔφη· ,,ἀλλʼ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ, ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν εὐδαιμονίαν ἔχεις.“

Οὕτω οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν προσγινόμενα κέρδη.

Ὄνος ἅλας βαστάζων ποταμὸν διήρχετο· ὀλισθήσας δὲ ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἁλὸς, κουφότερος ἐξανέστη· εὐφρανθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος ποταμὸν διέβαινεν, ώήθη [δεῖν] ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται· καὶ δὴ ἑκὼν ὠλίσθησε. Συνέβη δʼ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυναμένῳ ἐξανίστασθαι, ἐνταῦθα ἀποπνιγῆναι.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τὰς ἰδίας ἐπινοίας ανθάνουσι συμφορῶν αἰτίας ἔχοντες.

Μικρέμπορός τις ὀνάριον κατέχων, αὐτὸς ὠνεῖτο ἁλάτιον εἰς πλῆθος. Καὶ δὴ φορτώσας σφοδρῶς αὐτοῦ τὸν ὄνον, ὑποζύγιον ἤλαυνε λεωφόρῳ· ὃς ὀλισθήσας εἰς ὕδωρ ἐπεπτώκει· καὶ δὴ λυθέντων τῶν ἁλῶν παραυτίκα, εὐθὺς ἠγέρθη ἀκόπως βηματίζων. Ὁ δʼ ὑποστρέψας καὶ πάλιν λαβὼν ἅλας, κατεπεπτώκει εἰς ποτάμια ῥεῖθρα· καὶ ἐκλυθέντων πάλιν τῶν ἁλατίων, ἐξανέστησεν ἑαυτὸν παραυτίκα. Ὁ δὲ λυπηθεὶς, ὁ κύριος τοῦ ὄνου, ἐπενόησεν αὐτοῦ τὰς ἐπινοίας. Ὅστις ἐπελθὼν [εἰς] ἕνα τῶν μυρεψούντων, ἐξωνήσατο σπόγγους

159
πολλοὺς εἰς κόρον, οὕσπερ ἐπιθεὶς πεφόρτωκε τὸν ὄνον. Ὁ δὲ ἀπιὼν κατέπεσεν εἰς ὕδωρ, καὶ παραυτίκα κλυσθέντων τῶν σπόγγων, ἤγετο ὁ ὄνος διπλοῦν βάρος βαστάζων.

Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις, ἐν ᾦ τις εὐτύχησεν, ἐν αὐτῷ καὶ πίπτει.

Ἔν τινι ἐπαύλει ὄνος καὶ ἀλεκτρυὼν ἦσαν· λέων δὲ λιμώττων ὡς ἐθεάσατο τὸν ὄνον, οἷός τε ἦν εἰσελθὼν τοῦτον καταθοινήσασθαι. Περὶ δὲ τὸν ψόφον ἀλεκτρυόνος φθεγξαμένου καταπτήξας (φασὶ γὰρ, τοὺς λέοντας πτύρεσθαι πρὸς τὰς τῶν ἀλεκτρυόνων φωνὰς), εἰς φυγὴν ἐτράπη. Καὶ ὁ ὄνος ἀναπτερωθεὶς κατʼ αὐτοῦ, εἴγε ἀλεκτρυόνα ἐφοβήθη, ἐξῆλθεν ὡς ἀποδιώξων αὐτόν· ὁ δὲ, ὡς μακρὰν ἐγένετο, κατέφαγεν αὐτόν.

Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι ταπεινουμένους τοὺς ἑαυτῶν ἐχθροὺς ὁρῶντες, καὶ διὰ τοῦτο καταθρασυνόμενοι, λανθάνουσιν ὑπʼ αὐτῶν ἀναλισκόμενοι.

Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δʼ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δʼ ὄνος, νομίσας διʼ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόῤῥω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνὴ, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνήσκων ἐβόα· ,,ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην;“

160

Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπʼ ἐκείνων ἀπόλλυνται.

Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἦγεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαβὼν, ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προιέναι ἐβούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς, τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· ,,ὡ κακὴ κεφαλὴ, ἔτι καὶ τοῦτο λοιπὸν ἦν, ὄνον ὑπʼ ἀνθρώπων προσκυνεῖσθαι.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσι.

Ὄνῳ τις ἐπιθεὶς ξόανον ἦγε· πολλοὶ δὲ προσεκύνουν τῶν συναντώντων. Ὁ δὲ ὄνος τυφωθεὶς, νομίζων αὐτὸν προσκυνεῖν τοὺς ἀγροίκους, σκιρτῶν ἤμελλε τὸν θεὸν ῥῖψαι. Ἀλλὰ τοῦτον ξύλῳ παίων ὁ δεσπότης εἷπεν· ,,ὄνος εἶ θεὸν φέρων, ἀλλʼ οὐ θεοῖς ὑπάρχεις ὁμότιμος.

Κτηνώδεις ἄνδρας, τετυφωμένους ἐπʼ ἀλλοτρίοις, ὁ λόγος ἐλέγχει.

Ὄνος ἀκανθώδεις παλιούρους ἤσθιε. Τοῦτον ἰδοῦσα ἡ ἀλώπηξ εἶπε· ,,πῶς οὕτω τῇ ἀπαλῇ γλώσσῃ τὸ σκληρὸν καὶ ἀκανθῶδες προσφάγιον ἐσθίεις;“

Ὅτι οὐ δεῖ φλυάρων ἀνδρῶν κατηγορίας ἀκούειν· εἰς κίνδυνον γὰρ ἄγουσι τὸν ἀκούοντα.

161

Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον εἰς ἄγραν· λέοντος δʼ αὐτοῖς περιτυχόντος, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι ὑπέσχετο παραδώσπτν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγέλληται. Τοῦ δὲ ἀπολύσειν αὐτὴν φήσαντος, παραγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέσχεν, εἶθʼ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.

Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς προσαπολλύντες.

Ὄνος ξύλα βαστάζων διέβαινέ τινα λίμνην· ὀλισθήσας δὲ ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι, ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν, ἔφασαν· ,,ὡ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτρι βες, ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδνρῃ;“

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπʼ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

Ὄνος ἵππον ἐμακάριζεν, ὡς ἀφθόνως τρεφόμενον καὶ ἐπιμελῶς, αὐτὸς μηδʼ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε,

162
καὶ ὁ ἵππος πληγεὶς ἔκειτο· ταῦτα πάντα ἑωρακὼς ὁ ὄνος, τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν.

Ὁ μῦθος δηλοῖ, ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατʼ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους, τὴν πενίαν ἀγαπᾶν.

Ὄνος κηπωρῷ δουλεύων, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πολλὰ δὲ ἐκακοπάθει, ηὔξατο τῷ Διὶ, ὅπως τοῦ κηπωροῦ αὐτὸν ἀπαλλάξας, ἑτέρῳ δεσπότῃ ἐγχειρίσῃ. Ὁ δὲ Ἑρμῆν πέμψας ἐκέλευε κεραμεῖ αὐτὸν πωλῆσαι. Πάλιν δὲ αὐτοῦ δυσφοροῦντος, ἐπειδὴ καὶ πολλῷ πλεῖον ἀχθοφορεῖν ἠναγκάζετο, καὶ τὸν Δία ἐπικαλουμένου, τὸ τελευταῖον ὁ Ζεὺς παρεσκεύασεν αὐτὸν βυρσοδέψῃ πωληθῆναι. Καὶ ὁ ὄνος ἰδὼν τὰ ὑπὸ τοῦ δεσπότου πραττόμενα, ἔφη· ,,ἀλλʼ ἔμοιγε αἱρετώτερον ἦν παρὰ τοῖς προτέροις δεσπόταις ἀχθοφοροῦντι λιμώττειν, ἢ ἐνταῦθα παραγενέσθαι, ὅπου οὐδὲ, ἂν ἀποθάνω, ταφῆς τεύξομαι.“

Ὁ λόγος δηλοῖ, ὅτι τότε μάλιστα τοὺς πρώτους δεσπότας ποθοῦσιν οἱ οἰκέται, ὅταν ἑτέρων πεῖραν λάβωσι.

Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο· κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτο καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόῤῥωθεν στάντος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο, καὶ πρὸς αὐτὸν ἔφη· ,,ἄθλιοι ἡμεῖς, οἳ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα· τούτῳ δὲ καὶ προσγελῶσιν.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων καὶ ἐξ ἀπροόπτου (ἀπόπτου ?) δῆλοί εἰσιν.