Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

147

Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ βάτραχος, κακῶς βουλευσάμενος, τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα τὸ χεῖλος τῆς λίμινης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸν βυθὸν κατήνεγκεν, αὐτὸς βρυάζων τῷ ὕδατι, καὶ τὸ βρεκεκεκὲξ, κοὰξ, κοὰξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἥρπασε· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς ἰκτίνῳ γενησόμενος.

Ὅτι, κἂν νεκρὸς ᾖ τις, ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα, καὶ τὸ ἶσον ἀποδιδοῦσα ζυγοστατεῖ.

Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας· ,,οὐχ ὁ μέγας αἰεὶ δυνατός· ἔσθʼ ὅπου μᾶλλον τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει.“

Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος

148
μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· ,,σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει.“

Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.

Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος τὸ κρέας εἰς τοῦ ἑτέρου τὸν κόλπον καθῆκεν αὐτό. Ἐπι- στραφέντος δὲ τοῦ μαγείρου καὶ ἐπιζητοῦντος ἐκεῖνόν τε αἰτιωμένου, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι· καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, ἔφη· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι οὐ λήσετε.“

Ὁ λόγος δηλοῖ, ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασκευάζηται.

Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θατέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δʼ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γʼ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε.“

Νεανίσκος τις ἐφʼ ἵππον ἀνέβη μαινόμενον. Αρπάσας δὲ αὐτὸν ἔφερεν ὁ ἵππος· ὁ δʼ οὐκ ἔτι καταβηναι

149
τοῦ ἵππου θέοντος ἐδύνατο. Καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν ,,ποίαν ἄπεισιν;“ Ὁ δʼ εἶπεν· ,,ὅποι ἂν τούτῳ δοκῇ,“ δεικνὺς τὸν ἵππον.

Οὕτω πολλοὶ, ἄν τις ἐρωτᾷ ,,ποῖ φέρεσθε;“ τἀληθῆ ἐθέλοντες λέγειν, ἐροῦσιν, ἀπλῶς μὲν ,,ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ,“ κατὰ μέρος δὲ ὅποιπερ ἄν τῇ ἡδονῇ δοκῇ, ποτὲ δὲ ὅποι τῇ δόξῃ, ποτὲ δὲ αὖ τῇ φιλοκερδείᾳ· ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον αὐτούς ἐκφέρει.

Νεβρὸς δήπστε πρὸς τὴν ἔλαφον εἶπε· ,,σὺ τῷ μεγέθει μείζων κυνὸς τυγχάνεις καὶ ταχυτάτη καὶ ὀξεῖα πρὸς δρόμον, κέρατα δὲ πρὸς ἂμυναν κατέχεις· καὶ τί, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας ;“ Ἡ δὲ πρὸς αὐτὸν ἔφη γελῶσα οὕτως· ,,ὅτι μὲν ἐγὼ ταῦτα ἅπαντα ἔχω, εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακῆς ἀκούσω, σκοτοῦμαι καὶ πρὸς φυγὴν τρέπομαι.“

Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιδῥώννυσι.

Nέος ἄσωτος, καταφαγὼν τὰ πατρῷα, ἱματίου δὲ μόνου αὐτῷ περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ὀφθεῖσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος ἱματίου, καὶ τοῦτο ἐπώλησεν. Ὕστερον δὲ, χειμῶνος ἐπιλαβομένου καὶ σφοδροῦ γενομένου τοῦ ἀέρος, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν κειμένην, ἔφη πρὸς αὐτήν· ,,ὦ αὕτη, σὺ κἀμὲ ἀπώλεσας.“

Ο μῦθος δηλοῖ, ὅτι πᾶν τὸ παρὰ καιρὸν πραττόμενον ἐπικίνδυνόν ἐστιν.

150

Νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν ἔφη τοῦτʼ εἶναι. Ἐκ δευτέρου δὲ παρʼ αὐτοῦ πάλιν ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι· ὁ δὲ καὶ τοῦτʼ ἀγαθὸν ἔφησεν εἶναι. Ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο, εἶπεν ὑδέρῳ περιπεπτωκέναι· ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει· ,,ἐγὼ“ εἶπεν, ,,ὡ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι.“

Ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοιωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ πλοῖον. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπʼ ἐκείνου τὸ πλοῖον ζητοῦσα ἐπὶ (κατὰ ?) τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια ἐπιγνώσεσθαι.

Ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ πρότερον πταίσωμεν.

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια, ἑταιρείαν ποιησάμενοι,

151
ἐμπορικὸν διέγνωσαν βίον ζῆν. Ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μεθʼ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευσαν. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλει ἡ θάλαττα· ἡ δὲ νυκτερὶς, τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δʼ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα.

Ὁ μῦθος δηλοῖ, ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν.

Νυκτερὶς, ἐπὶ γῆς πεσοῦσα, ὑπὸ γαλῆς συνελήφθη· καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. Τῆς δὲ φαμένης, μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις, ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη. Ὕστερον δὲ πάλιν πεσοῦσα, καὶ ὑφʼ ἑτέρας συλληφθεῖσα γαλῆς, μὴ βρωθῆναι ἐδεῖτο. Τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν μυσὶν, αὐτὴ μὴ μῦς, ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη. Καὶ οὕτω συνέβη, δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα, σωτηρίας τυχεῖν.

μῦθος δηλοῖ, ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν, λογιζομένους, ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις τούς κινδύνους ἐκφεύγουσιν.

Ξυλευόμενός τις παρά τινα ποταμὸν τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην

152
καθίσας ὠδύρετο. Ἑρμῆς δὲ, μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν, χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ, εἰ οὗτός ἐστιν, ὃν ἀπώλεσεν, ἢρετο. Τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου, αὖθις καταβὰς, ἀργυροῦν ἀνεκόμισε. Τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταβὰς, ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. Τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἀπολωλότα φαμένου, Ἑρμῆς, ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, ἅπαντας αὐτῷ ἐδωρήσατο. Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμβάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἶς τις τὰ ἶσα διαπράξασθαι ἐβουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν, καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα, κλαίων ἐκάθητο. Ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου, καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε, καὶ ἤρετο, εἰ ταύτην ἀπέβαλε. Τοῦ δὲ σὺν ἡδονῇ ,,ναὶ ἀληθῶς ἥδʼ ἐστὶ“ φήσαντος, μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλʼ οὐδὲ τὴν οἰκείαν ἀπέδωκεν.

Ὁ μῦθος δηλοῖ, ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

Γεωργόν φασι παρὰ ποταμὸν βαδίζοντα ἀποβαλεῖν ἀξίνην· κατοικτείραντα δὲ τὸν ποταμὸν ἀνεῖναι αὐτῷ ἀργυρᾶν. Τοῦ δὲ φήσαντος, οὐκ εἶναι ταύτην αὑτου, ἀνεῖναι αὖθις χρυσῆν. Ἀρνησαμένου δὲ καὶ ταύτην, τὸν ποταμὸν τὴν ἰδίαν αὐτῷ ἀναδοῦναι, καὶ τὰς ἄλλας δωρήσασθαι, ἀγασθέντα αὐτὸν τῆς δικαιοσύνης. Ἕτερον δὲ γεωργὸν, βουλόμενον τῶν αὐτῶν τυχεῖν, ἑκόντα καταβαλεῖν τὴν ἀξίνην ἐν τῷ αὐῷ ποταμῷ. Τὸν δὲ ποταμὸν οὐδὲ τὴν ἰδίαν αὐτῷ ἀναπέμψαι. Τὸν δὲ πρότερον

153
γεωργὸν παρατυχόντα εἰπεῖν πρὸς αὐτόν· ,,οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει.“

Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θατέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν ,,εὕρηκα,“ ἀλλʼ ,,εὑρήκαμεν.“ Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· ,,ἀπολώλαμεν.“ Ὁ δʼ εἶπεν· ,,ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὖρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν.“

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδʼ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

Ὁδοιπόροι, κατά τινα αἰγιαλὸν ὁδεύοντες, ἦλθον ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα πόῤῥωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν· διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν· ,,ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.“

Ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων ἔνιοι, ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν λθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.

Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν εἷς φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο· ὁ δὲ ἕτερος, μέλλων

154
περικατάληπτος γίνεσθαι, πεσὼν ἐπὶ τοῦ ἐδάφους ἑαυτὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης, τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῶον. Ἀπαλλαγείσης δὲ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο τοῦ ἑτέρου, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἰρήκει. Ὁ δὲ εἶπε, τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν.

Ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἰ συμφοραὶ δοκιμάζουσιν.

Πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησεν τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένος. Ἐπιστραφέντων δὲ αὐτῶν, καί τινος ὑποστρέψαι παραινοῦντος, τοῦτο (γὰρ) σημαίνειν τὸν οἰωνὸν, ἕτερος ὑποτυχὼν εἶπεν· ,,καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προείδετο, ἵνα φυλάξηται;“

Οὕτω καὶ οἱ ἐν τοῖς οἰκείοις πράγμασι τὸ ἄβουλον κεκτημένοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοι.

(S. 170. C. 251 et p. 387. F. 129.)

Ὁδοιπόροι δύο θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους, ὡς ἀνωφελὲς καὶ ἄκαρπον τοῦτο ἀνθρώποις ἐστὶ τὸ δένδρον. δὲ ὑποτυχοῦσα ἔφη· ,, ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες ἀχρείαν με καὶ ἂκαρπον ἀποκαλεῖτε;“

Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς οὕτω ἀτυχεῖς εἰσιν,

155
ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.

(C. 365 e p. 411. F. 364. B. 127.)

Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· ,,τίς εἶ;“ δʼ ἔφη ,,Ἀλήθεια.“ ,,Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς;“ δʼ εἶπεν· ,,ὅτι τοῖς πάλαι καιροῖς παρʼ ὀλίγοις ἦν τὸ ψεῦδος, νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστὶν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς.