Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λέων ἔν τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, ἐπὶ συμμαχίαν παρεκάλεσε, λέγων, ὅτι ἁρμόζει μάλιστα φίλους ἑαυτοὺς καὶ βοηθοὺς γενέσθαι· „σὺ μὲν γὰρ τῶν θαλαττίων ζώων, αὐτὸς δὲ τῶν χερσαίων εἰμὶ βασιλεύς.“ Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων μετʼ οὐ πολὺν χρόνον τινὰ μάχην ἔχων πρὸς ταῦρον ἄγριον προσεκάλει τὸν δελφῖνα εἰς βοήθειαν· ὡς δὲ ἐκεῖνος βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἡδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὴν φύσιν δὲ, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβῆναι.“

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν τοῖς κινδύνοις πανταχοῦ παρεῖναι δύνανται.

Λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα, „ὦ μοῖρα θηρῶν“ εἶπεν „ἀθλιωτάτη· εἰ σωφρονεῖν γὰρ δυσκάθεκτος εἶ λέων, πῶς νῦν μανεὶς οὐ μεστὰ δράσεις δακρύων;“

Ὅτι ἐξουσίαν ἔχοντα οὐ δεῖ θυμοῦσθαι.

Θέρους ἐν ὥρᾳ, ὅτε τὸ καῦμα δίψει λυπεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ,

124
τίς πρῶτος αὐτῶν πίῃ· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους, ὅς αὐτῶν πέσῃ, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· „κρεῖσσόν ἐστι ἡμᾶς φίλους γενέσθαι, ἢ βρῶμα γυψὶ καὶ κόραξιν.“

Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἂγουσιν.

Λέων ἐπιτυχὼν λαγωῷ κοιμωμένῳ τοῦτον ἔμελλε καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν, ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. Ὁ μὲν οὖν ἀπὸ τῶν ψόφων ἐξαναστὰς ἔφυγεν· ὁ δὲ λέων, ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βορὰν, ἐλπίδα μείζονα προὔκρινα.“

Οὕτως ἔνιοι τῶν ἀνθρώπων μὴ μετρίοις κέρδεσιν ἐπαρκούμενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.

Λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἂντρῳ· παρῆσαν δʼ ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τἄλλα τῶν ζώων. Ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας, κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρʼ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδʼ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. Ὁ μὲν οὖν λέων κατʼ αὐτῆς ἐβρυχᾶτο· ἡ δʼ ἀπολογίας καιρὸν αἰτήσασα „καὶ τίς σε“ ἔφη ,,τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν, ὅσον ἐγὼ, πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπὲρ σοῦ παρʼ

125
ἰατροῦ ζητήσασα καὶ μαθοῦσα ;“ Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· „εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ.“ Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· „οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν.“

Ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθʼ ἑτέρου μηχανώμενος καθʼ ἑαυτοῦ τὴν πάγην περιτρέπει.

Λέοντος κοιμωμένου μῦς τῷ στόματι ἐπέδραμεν· ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν ἔμελλε καταθοινήσασθαι. Ὁ δʼ ἐδεήθη αὐτοῦ μὴ φαγεῖν αὐτὸν, λέγων, ὅτι σωθεὶς πολλὰς χάριτας αὐτῷ ἀποδώσει· γελάσας δὲ αὐτὸν ἀπέλυσε. Συνέβη οὖν αὐτὸν μετʼ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι. Ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγῶν κάλῳ ἐδέθη ἐπί τινι δένδρῳ, τηνικαῦτα ὁ μῦς ἀκούσας αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε, καὶ λύσας ἔφη· „σὺ μὲν οὖν τότε μου κατεγέλασας, ὡς μὴ προσδοκῶν παρʼ ἐμοῦ ἀμοιβὴν κομίσασθαι· νῦν δʼ ἴσθι, ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις.“

Ὁ μῦθος δηλοῖ, ὅτι ἐν καιρῷ μεταβολῆς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.

Λέοντος κοιμωμένου, μῦς τῷ στόματι περιέδραμεν. Ο δὲ ἐξαναστὰς πανταχοῦ περιειλίττετο, ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν ἐφοβήθη μῦν. Ὁ δέ φησιν· „ἀλλὰ κατὰ τῆς γνώμης αὐτοῦ τὴν ὀργὴν ἔχω.“

Ὁ λόγος διδάσκει, τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.

126

Λέων ποτὲ καύματος ὥρᾳ ἐν τινι σπηλαίῳ ἀνεπαύετο. Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς καὶ ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. Ἀλώπεκος δὲ καταγελώσης εἶπεν· „οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνατρέπω.“

Ὅτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ.

Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως, ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῶά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τὰς μοίρας. „Τὴν μὲν μίαν“ εἶπεν „λήψομαι ὡς πρῶτος, βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἴσου κοινωνῶν· ἡ δὲ τρίτη μοῖρα, αὕτη κακὸν μέγα σοι ποιήσει, ἢν μὴ ἐθέλῃς φυγεῖν.

Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν, καὶ δυνατωτέροις ἑαυτὸν μὴ συνάπτειν μηδὲ κοινωνεῖν.

Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ᾧ ἦσαν ἄγριαι αἶγες, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἤλαυνεν αὐτὰς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐδίωξεν; Ὁ δὲ εἶπεν· „ἀλλʼ εὖ ἴσθι, ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν ὄνον ὄντα σε.“

Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσι.

127

Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν ποιησάμενοι ἐξῆλθον πρὸς ἄγραν. Πολλῆς οὖν θήρας συλληφθείσης, προσέταξεν ὁ λέων τῷ ὄνῳ διελεῖν αὐτοῖς. Ὁ δὲ τρεῖς μερίδας ποιησάμενος ἐκ τῶν ἴσων, ἐκλέξασθαι τούτους προὐτρέπετο. Καὶ ὁ λέων θυμωθεὶς τὸν ὄνον κατέφαγεν. Εἶτα τῇ ἀλώπεκι μερίζειν ἐκέλευσεν. Ἡ δ᾿ εἰς μίαν μερίδα πάντα σωρεύσασα, ἑαυτῇ βραχύ τι κατέλιπε. Καὶ ὁ λέων πρὸς αὐτήν· „τίς σε, ὦ βελτίστη, διαιρεῖν οὕτως ἐδίδαξεν;“ δʼ εἶπεν· „ἡ τοῦ ὄνου συμφορά.“

Ὁ μῦθος δηλοῖ, ὅτι σωφρονισμοὶ γίνονται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.

Λέων κατεμέμφετο Προμηθέα πολλάκις, ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλὸν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον· „ὁ δὲ τοιοῦτος“ ἔφασκε „τὸν ἀλεκτρυόνα φοβοῦμαι.“ Καὶ ὁ Προμηθεὺς ἔφη· „τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις, ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων, καὶ τῆς δειλίας κατεμέμφετο, καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. Καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα, „τί πάσχεις “ ἔφη „καὶ τί δήποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;“ Καὶ ὁ ἐλέφας, κατὰ τύχην περιπτάντος αὐτῷ κώνωπος, „ὁρᾷς“ ἔφη „τοῦτο τὸ βραχὺ, τὸ βομβοῦν; ἤν εἰσδύνῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.“ Καὶ ὁ λέων· „τί οὖν ἔτι ἀποθνήσκειν“

128
ἔφη „με δεῖ, τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ὁ ἀλεκτρυών;“

Ὁρᾷς, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.

Λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἠβουλήθη αὐτοῦ περιγενέσθαι· διόπερ πρόβατον τεθυκέναι φήσας πρὸς ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητας πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη· „ἀλλʼ ἔγωγε οὐ μάτην ποιῶ· ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλʼ εἰς ταῦρον ἡτοιμασμένην.“

Ὁ λόγος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι.

Λέων ποτὲ ταῦρον ὁρᾷ, καὶ τροφῆς μὲν ἐρᾷ, τὰς δὲ τῶν κεράτων δειδίττεται προσβολὰς, καὶ τὸ φάρμακον εὑρὼν οὐ θεραπεύει τὸ πάθος· νικᾷ μὲν αὐτὸν ὁ λιμὸς, καὶ τῷ ταύρῳ κελεύει συμπλέκεσθαι, ἀλλʼ ἐκφοβεῖ τῶν κεράτων τὸ μέγεθος. Τέλος πείθεται τῷ λιμῷ, καὶ φιλίαν πλασάμενος εἰς ἀπάτην τὸν ταῦρον ὑπέρχεται· ὅπου γὰρ τὸ κακὸν πρόχειρον, καὶ τὸ ἀνδρεῖον πεφόβηται· κἂν ἴδῃ τὸ βίᾳ κρατεῖν οὐκ ἀκίνδυνον νον, τὸ λάθρᾳ σοφίζεται. „Ἐγὼ γοῦν“ φησὶν „ἐπαινῶ σου τὸ καρτερὸν, ὑπεράγαμαι τὸ κάλλος, ὁποῖος μὲν εἶ τὴν κεφαλὴν, ὁποῖος δὲ τὴν μορφὴν, ὅσος δὲ τοὺς πόδας, ὅσος δὲ τὰς ὁπλάς· ἀλλʼ ὅσον ἐπὶ τῆς κεφαλῆς

129
φέρεις τὸ ἄχθος! Περίελε γοῦν οὕτω ματαίαν ἐπιπλοκὴν, καί σοι καὶ κόσμος ἔσται τῆς κεφαλῆς, καὶ βάρους ἀπαλλαγὴ, καὶ πρὸς τὸ κρεῖττον μεταβολή. Τί δὲ καὶ δεῖ σοι κεράτων, εἰρήνης οὔσης πρὸς λέοντας;“ Πείθεται τούτοις ὁ ταῦρος, καὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἀποβαλὼν, τῷ λέοντι λοιπὸν εὐχείρωτος ἦν καὶ δεῖπνον ἀκίνδυνον.

Οὕτω τὸ πείθεσθαι τοῖς ἐχθροῖς μετὰ τῆς ἀπάτης φέρει καὶ κίνδυνον.

Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ παρὰ τῶν ἐπιτυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ἔφυγε. Τῶν δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι μεμολυσμένας ἔχοι τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου καταβεβηκέναι· καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόμενοι εἰς τινα συκάμινον αὐτὸν ἐσταύρωσαν. Ἠ δὲ συκάμινος ἔφη· „ἀλλʼ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὅν αὐτὸς φόνον κατειργάσω, τοῦτον εἰς ἐμὲ † ἐξαιμά- τωσας.“

Οὕτως πολλάκις καὶ οἱ φύσει χρηστοὶ, ὅταν ὑπὸ τινῶν ὡς φαῦλοι διαβάλλωνται, κατʼ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσι.

Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην· τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει), ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων. ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον οὖ δεῖξαι

130
ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶτεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις εἶδεν λέγοντα· „τἀμὰ νῦν ταλαντεύῃ· ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.“

Οἱ λύκοι τοῖς κυσὶν εἶπον· „Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες, πληγὰς παρʼ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε καὶ τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσι, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιῤῥίπτουσι. Ἀλλʼ ἐὰν πείσησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν, πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.“ Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες, πρότερον τοὺς κύνας διέφθειραν.

Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.

Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα· κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· „Οἴδατε, τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δʼ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ ἁπάντων οὐκ ἔστι μία καὶ ἴση· ἀλλʼ οἱ μὲν μέλανες, οἱ δὲ πυῤῥοὶ, οἱ δὲ λευκοὶ, οἱ δὲ τεφρώδεις. Καὶ πῶς ἄν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;“

131

Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάσσοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρʼ αὐτῶν τοὺς κύνας, λέγοντες, ἐκείνους τῆς ἔχθρας ὄντας αἰτίους ἐγχειρίζεσθαι δεῖν αὐτοῖς, καὶ εἰρήνην μεταξὺ αὐτῶν γενήσεσθαι. Τὰ δὲ πρόβατα μὴ προβλέποντα τὸ μέλλον ἐξέδωκαν τοὺς κύνας· καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν.

Οὕτω καὶ τῶν πόλεων αἱ τοὺς δημηγόρους ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.

Καθ᾿ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. Τῶν δὲ κυνῶν συμμαχούντων τοῖς θρέμμασι καὶ τοὺς λύκους ἀποσοβούντων,οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες ἔφασαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. Τῶν δὲ προβάτων ὑπʼ ἀνοίας πεισθέντων καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾷστα διέφθειραν.