Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις, εἰρήνην ποιῆσαι μετʼ αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι· ἀλλά τις γέρων κριὸς εἶπεν· „πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν ἐστι;

132
Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς διʼ ὅρκων πεισθέντα.

Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει αὐτῇ κατωτέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων, ὡς καὶ λειμῶνές (εἰσι) παρʼ αὐτῷ, καὶ ἡ πόα φαιδροτέρα. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· „ἀλλʼ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς.“

Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.

Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. Ὁ δὲ λύκος ἔφη· „ἐὰν τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ.“ Ἡ δὲ εἶπεν· „εἴθε μή σοι συνήντησα,“ καὶ „μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις,“ καὶ „μήπως πάλιν συναντήσαις μοι.“

Ὅτι ἐν περιστάσει τις ἐμπεσών, καὶ τὰς κεκρυμμέωας τῆς ψυχῆς βουλὰς ἐξάγει.

Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο παιδίον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον ἐπεπτώκει, προσελθὼν παρεθάῤῥυνεν αὐτὸ, λέγων ὡς, ἂν τρεῖς λόγους ἀληθεῖς αὐτῷ εἴπῃ, ἀπολύει αὐτό. Καὶ ἀρξάμενος ἔλεγε πρῶτον, μὴ βούλεσθαι αὐτῷ περιτυχεῖν, δεύτερον, παραπλησίως ἡμαρτηκέναι τυφλῷ· τρίτον, „κακοὶ κακῶς ἀπόλοιντο πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφʼ ἡμῶν κακῶς πολεμεῖτε

133
ἡμᾶς.“ Καὶ ὁ λύκος ἀποδεξάμενος τὸ ἀψευδὲς αὐτοῦ ἀπέλυσεν αὐτό.

Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἡ ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.

Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δʼ αὐτὸν ἐπεκάλουν· ὁ δʼ ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. κερδὼ δʼ ἐπισκώπτουσα „μὴ φρενωθείην“ ἔφη „τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης· σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ.“

Πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ ἑαυτοὺς ἐπιγινώσκοντας.

Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου, καὶ λέγοντος, ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεὺς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· „ἀλλʼ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσία γενέσθαι, ὑπὸ σοῦ διαφθαρῆναι.

Ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.

Λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλʼ ἠθέλησε μετʼ εὐλόγου αἰτίας τοῦτον φαγεῖν. Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα· „πέρυσι σὺ πολλὰ καθύβρισάς με.“ Ὁ δὲ πρὸς αὐτὸν θρηνῳδῶν ἀνεβόα· „ἔγωγʼ οὐκ ἐν τούτῳ γεγένημαι τῷ

134
χρόνῳ.“ Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν· „τὴν ἄρουράν μου νέμῃ.“ Ὁ δʼ ἀρνὸς ἔφη· ,,ἀκμὴν τροφὴν οὐκ εἶ- δον. Πάλιν ὁ λύκος· ,,ἐκ τῆς πηγῆς μου πίνεις.“ Ὁ δὲ „οὔπω πέπωκα ὕδωρ“ προσεῖπεν αὐτῷ· „τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου.“ Ὁ δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν· „ἀλλʼ ἐμὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν λύεις.“

Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.

Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἠβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ, καὶ πίνειν αὐτὸν οὐκ ἐῶντα. Τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει, καὶ ἄλλως οὐ δυνατὸν, αὐτοῦ ἑστῶτος κάτω, ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· „ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.“ Εἰπόντος δὲ ἐκείνου, μηδέπω τότε γεννηθῆναι, ὁ λύκος ἔφη πρὸς αὐτόν· „κἂν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι.“

Ὁ λόγος δηλοῖ, ὅτι οἷς πρόθεσίς ἐστιν ἀδικεῖν, παρʼ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.

Λύκος λιμώττων περιῄει ζητῶν τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος, καὶ γραὸς λεγούσης αὐτῷ· „παῦσαι τοῦ κλαίειν· εἰ δὲ μὴ, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ.“ Οἰόμενος δὴ ὁ λύκος, ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δʼ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν

135
τῆς γραὸς κολακευούσης τὸ παιδίον, καὶ λεγούσης αὐτῷ· „ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. Ταῦτα ἀκούσας ὁ λύκος, ἐπορεύετο λέγων· „ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν.“

Ὁ μῦθος πρὸς ἀνθρώπους, οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.

Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Ὡς δὲ ἐγένετο κατά τινα τόπον, ἀκούσας γραὸς παιδὶ κλαίοντι ἀπειλουμένης, ὡς, ἂν μὴ παύσηται, βαλεῖ λύκῳ, οἰόμενος ἀληθεύειν προσέμενεν. Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγένετο, ἀπαλλαττόμενος ἔφη· „ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.“

Ὁ λόγος ἁρμόσει τοῖς μὴ τοῖς λόγοις τὰ ἔργα ἔχουσιν ἑπόμενα.

Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι. Ὁ δὲ λύκος, τὴν γραῦν ἀληθεύειν νομίσας, ἐκαρτέρησε μέχρις ἑσπέρας πεινῶν, μηδὲν λαβών. Εἰς δὲ τὴν σύνοικον ἐλθὼν ἠρωτᾶτο, πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί. Ὁ δʼ εἶπε· „πῶς γάρ τις πιστεύσας γυναικί;“

Λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐξελεῖν· κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε, καὶ τὸν ὁμολογηθέντα μισθὸν ἐξῄτει. Ὁ δὲ λύκος

136
γελάσας καὶ τοὺς ὀδόντας θήξας φησίν· „ἀρκεῖ σοι καὶ τὸ μόνον σῴαν ἐξελεῖν τὴν κεφαλήν.“

Ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσία τὸ μὴ προσαδικεῖσθαι ὑπʼ αὐτῶν.

Λύκου ποτὲ λαιμῷ ὀστέον ἐπάγη· τῇ δὲ γεράνῳ μισθὸν παρέξειν εἶπεν, εἰ τὴν κεφαλὴν αὐτῆς προσεπιβαλοῦσα, ἐξανασπάσαι ἐκ τοῦ λαιμοῦ αὐτοῦ τὸ ὀστοῦν Ἠ δὲ ἐκβαλοῦσα τὸν μισθὸν ἐπεζήτει. Γελάσας οὖν ὁ λύκος καὶ τοὺς ὀδόντας θήξας, „ἀρκεῖ σοι“ εἶπεν „ἀντὶ μισθοῦ τοῦτο καὶ μόνον, ὅτι ἐκ λύκου στόματος καὶ ὀδόντων ἐξεῖλες κάραν σῴαν μηδὲν παθοῦσαν.“

Ὁ μῦθος πρὸς ἄνδρας δολίους, οἵτινες ἐκ κινδύνων διασωθέντες, τοῦτο παρέχουσι τοῖς εὐεργέταις ἀντὶ χάριτος, τὸ μὴ βλάψαι αὐτούς.

Λύκος, κατά τινα ἄρουραν ὁδεύων, εὗρε κριθάς. Μὴ δυνάμενος δὲ αὐταῖς τροφῇ χρήσασθαι, καταλιπὼν ἀπῄει. Ἵππῳ δὲ συντυχὼν, [τοῦτον ἐπὶ τὴν ἄρουραν] ἐκεῖ αὐτὸν ἐκάλει, λέγων, ὡς εὑρὼν κριθὰς αὐτὸς μὲν οὐκ ἔφαγεν, αὐτῷ δὲ ἐφύλαξεν, ἐπειδὴ καὶ ἡδέως αὐτοῦ τὸν ψόφον τῶν ὀδόντων ἀκούει. Καὶ ἵππος ὑποτυχὼν ἔφη· ,,ἀλλʼ ὦ οὗτος, εἰ λύκοι κριθῶν τροφῇ χρῆσθαι ἠδύναντο, οὐκ ἄν ποτε τὰ ὦτα τῆς γαστρὸς προέκρινας.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ φύσει πονηροὶ, κἂν χρηστότητα ἐπαγγέλλωνται, οὐ πιστεύονται.

Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα

137
ἤρετο· „δήσας τίς σʼ ἐξέθρεψε τοῦτον;“ Ὁ δὲ ἔφη· „ κυνηγός.“ ,,Ἀλλὰ τοῦτο μὴ πάθοι· λύκος (ἔφη) „ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης.“

Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.

Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποιμνίου, ἐκόμιζεν αὐτὸ εἰς κοίτην· λέων δὲ αὐτῷ συναντήσας, ἀφείλετο τὸ πρόβατον. Ὁ δὲ πόῤῥωθεν σταθεὶς εἶπεν· „ἀδίκως ἀφείλου τὸ ἐμόν.“ Ὁ δὲ λέων γελάσας ἔφη· „σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη;“

Τοὺς ἅρπαγας καὶ πλεονέκτας λῃστὰς, ἐν ἑνὶ πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους, ὁ λόγος ἐλέγχει.

Λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην· λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας, ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. Στὰς δὲ πόῤῥωθεν πρὸς αὐτὸν ταῦτα λέγει· „ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις;“ Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· „σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτʼ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι.“

Πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.

Λύκος πλανώμενός ποτʼ ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη·

138
„λέοντʼ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν, πλέθρου τʼ ἔχων τὸ μῆκος; οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι;“ λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθιʼ· ὁ δʼ ἐβόησε μετανοῶν· „οἴησις ἡμῖν πημάτων παραιτία.“

Λύκος, τῶν λοιπῶν λύκων στρατηγήσας, πᾶσιν ἔταξε νόμον αὐτοῖς προτείνας, ἵνʼ, ὅ,τι τις αὐτῶν δηποτοῦν κυνηγήσῃ, εἰς μέσον ἀγάγῃ, καὶ μοιράσῃ τοῖς πᾶσι. Ταῦτʼ οὖν ὄνος ἀκηκοὼς, τὴν χαίτην ἔσεισε καὶ γελῶν ἔφη τάδε· „καλῶς εἴρηκας, ὦ πρώταρχε τῶν λύκων· ἀλλὰ πῶς σὺ χθὲς ἣν ἐκράτησας ἄγραν, κοίτῃ παρέθου τῇ ἰδίᾳ λαθραίως εἰς τροφήν σοι; κόμισον ταύτην μερισθῆναι τοῖς πᾶσιν.“ Ὁ δὲ θαμβηθεὶς κατέλυσε τοὺς νόμους.

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ τοὺς νόμους ὁρίζειν δοκοῦντες, ἐν οἷς ἂν ὁρίζωσι καὶ δικάζωσιν, οὐκ ἐμμένουσιν.

Λύκος ἰδὼν ποιμένας ἐσθίοντας ἐν σκηνῇ πρόβατον, ἐγγὺς προσελθὼν „ἡλίκος“ ἔφη „ἄν ἦν ὑμῖν θόρυβος, εἰ ἐγὼ τοῦτο ἐποίουν;“