Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας· αἱ δʼ ἔφασαν· „ἐβοηθήσαμεν ἄν ὑμῖν, εἰ μὴ ιᾔδειμεν, τίνες ἐστὲ, καὶ τίσι πολεμεῖτε.“

Ὁ λόγος δηλοῖ, ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι σὺν τῷ διαμαρτεῖν καὶ καταπαίζονται.

Λαγωοὶ καταγνόντες ἑαυτῶν δειλίαν ἔγνωσαν δεῖν ἑαυτοὺς κατακρημνίσαι. Παραγενομένων δὲ αὐτῶν ἐπί τινα κρημνὸν, ᾧ λίμνη ἐπέκειτο, ἐνταῦθα βάτραχοι ἀκούσαντες τῆς ποδοψοφίας ἑαυτοὺς εἰς τὰ βάθη τῆς λίμνης ἐδίδοσαν. Εἷς δέ τις τῶν λαγωῶν θεασάμενος αὐτοὺς ἔφη πρὸς τοὺς ἑτέρους· „ἀλλὰ μηκέτι ἑαυτοὺς κατακρημνίσωμεν· ἰδοὺ γὰρ εὕρηνται καὶ ἡμῶν δειλότερα ζῶα.“

Οὕτω καὶ τοῖς ἀνθρώποις αἰ τῶν ἄλλων δυστυχίαι τῶν ἰδίων δυστυχημάτων παραμύθιον γίνονται.

Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον, ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας

115
πλέως· καὶ γὰρ [καὶ] ὑπʼ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ, ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἴς τινα λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις, ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων, ἔφη· „στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ᾿ ἐστὶ ζῶα δειλότερα.“

Ὁ μῦθος δηλοῖ, ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων, χείρονα πασχόντων, παραμυθοῦνται.

Θάμνου λαγωὸν λασιόπουν ἀναστήσας κύων ἐδίωκεν οὐκ ἄπειρος ἀγρεύειν, δρόμῳ δʼ ἐλείφθη. καί τις αἰπὄλος σκώπτων „ὁ πηλίκος σου“ φησὶν „εὑρέθη θάσσων.“ ὁ δʼ εἶπεν· „ἄλλως ἄλλον ἁρπάσαι σπεύδων τρέχει τις, ἄλλως δʼ αὑτὸν ἐκ κακοῦ σώζων.“

Λάρος ἰχθὺν καταπιὼν, καὶ τοῦ φάρυγγος αὐτοῦ διαρραγέντος, ἐπὶ τῆς ἠϊόνος ἔκειτο νεκρός. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· ,, ἄξια σὺ πέπονθας, ὅτι πτηνὸς γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ.“

Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα λείποντες καὶ τοῖς μὴ προσήκουσιν ἐπιβάλλοντες εἰκότως δυστυχοῦσι.

Λέαινα, ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ

116
παντὸς τοῦ χρόνου ἕνα τίκτειν, „ἔνα,“ ἔφη „ἀλλὰ λέοντα.“

Ὁ μῦθος δηλοῖ, ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει, ἀλλʼ ἐν ἀρετῇ.

Στάσις ἦλθε πᾶσι τοῖς τετραπόδοις, καύχημα κατέχουσα εἰς παίδων πλήθη. Καὶ δὴ ἔφασκον τῇ λεαίνῃ βοῶντες· „εἰπὲ καὶ σὺ τὸ, πόσους παῖδας τίκτεις ;“ Ἡ δὲ γελῶσα πρὸς αὐτοὺς ταῦτα λέγει· „σκύμνον μὲν ἕνα, ἀλλὰ γενναῖον πάνυ.“

Ὁ μῦθος δηλοῖ, ὅτι κρείσσων εἷς ῥώμῃ σώματος καὶ ἀνδρείᾳ καὶ φρονήσει, ἢ πολλοὶ δειλοὶ καὶ ἄφρονες.

Δημηγορούντων τῶν δασυπόδων καὶ τὸ ἴσον ἀξιούντων πάντας ἔχειν, οἱ λέοντες ἔφασαν· „οἱ λόγοι ὑμῶν, ὦ δασύποδες, ὀνύχων τε καὶ ὀδόντων, οἵων ἡμεῖς ἔχομεν, δέονται.“

Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐδὲ ὠμὸς οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἂνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζώων, δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· „ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν.“

Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῇ προσφιλεῖ δὲ

117
ἀλώπεκι, ᾗ προσωμίλει, εἶπεν· „εἰ θέλεις ὑγιᾶναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα, ἄγε εἰς (τὰς) ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας.“ Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῇ καὶ χαίρειν εἰποῦσα ἔφη· ,,Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας, ὡς ὁ βασιλεὺς ἡμῶν λέων γείτων μοί ἐστι· νοσεῖ δὲ καὶ ἐγγύς ἐστι τοῦ θνήσκειν. Ἐβουλεύετο οὖν, ποῖον τῶν θηρίων μετʼ αὐτὸν βασιλεύσει. Ἔφη δὲ, ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρὰ, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῇ, καὶ τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυρώθης βασιλεύειν. Τί μοι ἔσται, πρώτῃ σοι εἰπούσῃ; Ἀλλʼ εὖξαί μοι σπευδούσῃ, μὴ πάλαι με ζητήσῃ· χρῄζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσῃ, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τελευτῶντι αὐτῷ. Οὕτως εἶπεν ἡ ἀλώπηξ· τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γιγνώσκουσα τὸ μέλλον. Ὁ λέων δʼ ἐφορμήσας αὐτῇ ἐν σπουδῇ, τὰ ὦτα μόνον τοῖς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν· ὁ δὲ λέων μέγα βρυχώμενος ἐστέναξε· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι, καὶ δόλῳ πάλιν ταύτην ἀγαγεῖν. δὲ εἶπε· „χαλεπὸν καὶ δύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλʼ ὅμως ὑπουργήσω σοι.“ Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλέκουσα πανουργίας· ποιμένας δʼ ἐπηρώτα, εἰ εἶδεν ἔλαφον ᾑμαγμένην. Οἱ δʼ ἔδειξαν ἐν τῇ ὕλῃ. Εὗρε δὲ αὐτὴν ἀναψυχομένην, καὶ ἔστη ἀναιδῶς.
118
Ἡ δʼ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· „ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χειρώσῃ με· εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε.“ δὲ εἶπεν· „οὕτως ἄνανδρος εἶ καὶ δειλή; οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων, τοῦ ὠτὸς κρατήσας, ἤμελλε συμβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας, ὡς ἀποθνήσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἄῤῥωστον ὑπέστης. Καὶ νῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι πονηρὸν δεσπότην! Ἀλλʼ ἐλθὲ καὶ μηδὲν πτοηθῇς, καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς, μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνῃ σοι δουλεύσω.“ Οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα καταπίνων· ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. Ὁ δὲ λέων, ἅπαντα ἐρευνήσας, μόνην καρδίαν ἐπεζήτει· ἀλώπηξ δὲ μηκόθεν στᾶσα ἔφη· „αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχε· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν;“

Ὅτι ὁ τῆς φιλοδοξίας ἔρως τὸν ἀνθρώπων νοῦν ἐπιθολοῖ, καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ.

Λέων ποτʼ ἀνδρῶν βίον ἄριστον ἐζήλου, καὶ δὴ κατʼ εὐρὺν φωλεὸν διατρίβων, ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω, φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο. πολὺς δʼ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων

119
θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη· ὁ δʼ εἱστία τε κἀφίλει νόμῳ ξείνων, λίην τιθεὶς ἅπασι δαῖτα θυμήρη. φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει, μεθʼ ἧς τὰ πολλὰ μειλίχως συνεζήτει. γέρων δέ τις πίθηκος ἦν ὁ δαιτρεύων κρεῶν τε συσσίτοισι διανέμων μοίρας· ὃς, εἴ τις ἦλθεν οὐχὶ τῆς συνηθείης, ταὐτὸν παρετίθει δεσπότῃ τε κἀκείνῳ, ὅπερ εἷλεν ὁ λέων νεοδρόμῳ λαβὼν θήρῃ· κερδὼ δʼ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν. καὶ δὴ ποτʼ αὐτὴν προσποιητὰ σιγῶσαν δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν, λέων τίνʼ εἶχεν αἰτίην διηρώτα· „κερδοῖ σοφὴ, λάλησον ὥσπερ εἰώθεις· φαιδρῷ προσώπῳ δαιτός, ὦ φίλη, ψαῦσον.“ ἡ δʼ εἶπεν· „ὦ φέριστε θηρίων γέννης, πολλῇ μερίμνῃ καρδίην διαξαίνω· οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει, τὰ δʼ ἔπειτα·“ φησὶ „προσκοπουμένη κλαίω καθʼ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτʼ ἄλλος ξένος πελάζοι, τοῦτο δʼ εἰς ἔθος βαίνοι, τάχʼ οὐδʼ ἑώλων γεύσομαι κρεῶν μούνη.„ Ὁ λέων δὲ τερφθεὶς ἵλεως τε μειδήσας εἶπεν· „πιθήκῳ ταῦτα μηδʼ ἐμοὶ μέμφου.“

Ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ παρόντα μόνον, καθʼ ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.

Λέοντι προσπτὰς αἰετῶν τις ἐζήτει κοινωνὸς εἶναι· χ λέων „τί κωλύει;“

120
πρὸς αὐτὸν εἶπεν· „ἀλλʼ ἐνέχυρον ἦ δώσεις τὠκύπτερόν σου μὴ μεθεῖναι τὴν πίστιν; πῶς γὰρ φίλῳ σοι μὴ μένοντι πιστεύσω;“

Ὁ μῦθος ἐκδιδάσκει, μὴ τάχιστα πᾶσι πιστεύειν, καὶ μάλιστα τοῖς μήπω φίλοις.

Λέων γηράσας καὶ μὴ δυνάμενος διʼ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν, ἔγνω δεῖν διʼ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον, καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο τὸν νοσοῦντα· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν εἰς ἐπίσκεψιν ζῶα συλλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄπωθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ, πῶς ἔχοι· τοῦ δὲ εἰπόντος „κακῶς“ καὶ τὴν αἰτίαν ἐρο μένου, διʼ ἣν οὐκ εἴσεισιν, ἔφη· „ἀλλʼ ἔγωγε εἰσῆλ θον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός.“

Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνὸυς ἐκφεύγουσι.

Λέων καὶ ἄρκτος, ὁμοῦ νεβρῷ περιτυχόντες, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων διατεθέντες, ὡς ἐκ τῆς πολλῆς μάχης καὶ σκοτοδινιᾶσαι, ἀπαυδήσαντες ἔκειντο. Ἀλώπηξ δὲ κύκλῳ περιιοῦσα, πεπτωκότας αὐτοὺς ἰδοῦσα καὶ τὸν νεβρὸν ἐν τῷ μέσῳ κείμενον, τοῦτον, διὰ μέσου ἀμφοῖν διαδραμοῦσα [καὶ] ἁρπάσασα, φεύγουσα ᾤχετο. Οἱ δὲ βλέποντες μὲν αὐτὴν, μὴ δυνάμενοι δὲ ἀναστῆναι, ,,δείλαιοι ἡμεῖς,“ εἶπον „ὅτι διʼ ἀλώπεκα ἐμοχθοῦμεν.“

121

Ὁ μῦθος δηλοῖ, ὅτι ἄλλων κοπιώντων ἄλλοι κερδαίνουσιν.

Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιϊοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαῖος ᾤχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς, ὅτι διʼ ἀλώπεκα ἐμαχόμεθα.“

Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.

Λέων, ἀκούσας ποτὲ βατράχου μέγα βοῶντος, ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι. Προσμείνας δὲ μικρὸν, ὡς εἶδεν αὐτὸν προελθόντα τῆς λίμνης, προσελθὼν αὐτὸν κατεπάτησεν.

Ὁ λόγος δηλοῖ, ὅτι οὐ δεῖ πρὸ τῆς ὄψεως διʼ ἀκοῆς μόνης ταράττεσθαι.

Λέων ἀκούσας βατράχου κεκραγότος, ἐπεστράφη πρὸς τὴν φωνὴν, οἰόμενος μέγα τι ζῶον εἶναι· προσμείνας δὲ μικρὸν χρόνον, ὡς ἐθεάσατο αὐτὸν ἀπὸ τῆς λίμνης ἐξελθόντα, προσελθὼν κατεπάτησεν, εἰπών· „μηδένα ἀκοὴ ταραττέτω πρὸ τῆς θέας.“ Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα γλωσσώδη, οὐδὲν πλέον τοῦ λαλεῖν δυνάμενον.

Λέων ἐρασθεὶς θυγατρός τινος γεωργοῦ ταύτην

122
ἐμνηστεύσατο· ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνεῖσθαι διὰ τὸν φόβον δυνάμενος, τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς ὁ λέων αὐτῷ ἐπέκειτο, ἔλεγεν, ὡς νυμφίον αὐτὸν τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τοὺς ὀδόντας ἐξέληται καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην ἔφη. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερον ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτὸν, ῥοπάλοις παίων αὐτὸν ἐξήλασεν.

Οὕτως οἱ ῥᾳδίως τοῖς ἐχθροῖς πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται, πρότερον φοβεροὶ καθεστηκότες.

Ἐρασθέντα φασὶ λέοντα παρθένου διαλεχθῆναι τῷ πατρὶ τῆς κόρης ὑπὲρ τοῦ γάμου· τὸν δὲ πατέρα λέγειν, ὡς ἕτοιμος μέν ἐστιν αὐτῷ δοῦναι, δεδοικέναι δὲ τοὺς ὄνυχας καὶ τοὺς ὀδόντας, μή ποτε γήμας καὶ παροξυνθεὶς διά τινα αἰτίαν προσενέγκηται τῇ παρθένῳ θηριωδῶς. Τοῦ δὲ λέοντος ἐξελόντος τούς τε ὄνυχας καὶ τοὺς ὀδόντας, τὸν πατέρα θεωρήσαντα πάντα διʼ ὧν ἦν φοβερὸς ἀποβεβληκότα, τύπτοντα τῷ ξύλῳ ῥᾳδίως ἀποκτεῖναι.

Λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν· ὁ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὐτοῦ τὴν θύραν ἤνοιξεν. Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα

123
εἶπεν· „ἀλλά γε σὺ δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἠβούλου, ὃν καὶ ἀπὸ μακρόθεν σε ἔδει τρέμειν;“

Οὕτως οἱ πονηροὶ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὐτῶν πλημμελείας ὑπομένουσι.