Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Τῷ κόρακι τὸ θήραμα τυρὸς ἦν, καὶ ἐν μετεώρῳ
103
φέρων ἐκάθητο. Ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτῃ περιενόστει τὸν κόρακα· „τί ταῦτα ;“ λέγουσα· „μετριότητι μὲν, ὦ κόραξ, διενήνοχας σώματος, χροιὰν δὲ φέρεις τῇ τῶν ὀρνίθων ἡγεμονίᾳ προσήκουσαν· εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν ἄν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν.“ Ταῦτα δὲ εἶπε πρὸς ἀπάτην. Ὁ δὲ ὑπαχθεὶς, τὸν τυρὸν ἐκβαλὼν, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν τὴν ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. δὲ λαβοῦσα „φωνὴ μὲν, ὦ κόραξ,“ εἶπεν „προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν.“Ἐχθροῖς πειθαρχῶν ὑποστήσῃ τὴν βλάβην.
Κόραξ ὑπὸ παγίδος κρατηθεὶς, ηὔξατο τῷ Ἀπόλλωνι, λιβανωτὸν ἐπιθύσειν ὑπισχνῶν. Σωθεὶς δʼ ἐκ τοῦ κινδύνου, τῆς ὑποσχέσεως ἐπελάθετο. Πάλιν δὲ ὑφʼ ἑτέρας κρατηθεὶς παγίδος, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ὑπέσχετο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· „ὦ κάκιστε, πῶς σοι πιστεύσω, ὃς τὸν πρότερον δεσπότην ἤρνησας καὶ ἠδίκησας;“
Ὅτι οἱ πρὸς τοὺς εὐεργετοῦντας ἀγνώμονες γενόμενοι, ἐν περιστάσει ἐμπεσόντες, οὐχ ἕξουσι βοήθειαν.