Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἑωρακὼς τὸν κύκνον ὁ κόραξ ἐζήλου τοῦ χρώμα- τος. Οἰηθεὶς δὲ εἶναι τοιοῦτον οἷς ἀπελούετο, τοὺς βωμοὺς ἐκλιπὼν, ὅθεν ἐτρέφετο, λίμναις καὶ ποταμοῖς ἐνδιέτριβε. Καὶ τὸ μὲν σῶμα φαιδρύνων οὐκ ἤμειβε, τροφῆς δὲ ἀπορῶν διεφθείρετο.

Φύσιν οὐκ οἶδε μεταβάλλειν ἡ δίαιτα.

Κόραξ τροφῆς ἀπορῶν ὡς ἐθεάσατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε.

104
Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτὸν, ἀποθνήσκειν μέλλων ἔφη· „ἀλλʼ ἔγωγε δείλαιος, ὅτι τοιοῦτον ἕρμαιον εὗρον, ἐξ οὐ καὶ ἀπόλλυμαι.“

Οὗτος ὁ λόγος λεχθείη ἂν πρὸς ἄνδρα, ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσε.