Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἀνὴρ πένταθλος ἐπʼ ἀνανδρίᾳ ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρό- νον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ μὲν) καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῇ Ῥόδῳ τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας ἄνδρας, ἄν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτόν· ,,ἀλλʼ ὦ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύ- ρων· αὕτη γὰρ Ῥόδος καὶ πήδημα.
Ὁ λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος ἡ διʼ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.
Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν· ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι, στᾶσα ἐπῄνει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλὸν, λέγουσα καὶ, ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἄν γένοιτο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ βουλόμενος, ὅτι καὶ φωνὴν ἔχει, βαλὼν τὸ κρέας μεγάλως ἐκεκράγει· ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· „ὦ κόραξ, ἔχεις τὰ πάντα· νοῦν μόνον κτῆσαι.“
Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.