Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Κλέπτης κατέλυσεν ἔν τινι πανδοχείῳ· διέμενεν δὲ ἐκεῖ ἡμέρας τινὰς προσδοκῶν κλέψαι τι. Ὡς δὲ οὐκ ἐδύνατο τοῦτο ποιῆσαι, μιᾷ τῶν ἡμερῶν ἰδὼν τὸν πανδοχέα ἐνδυθέντα χιτῶνα ὡραῖον καὶ καινὸν (ἦν γὰρ ἑορτὴ), καὶ καθεζόμενον πρὸ τῆς πύλης τοῦ πανδοχείου, καὶ οὐδένα ἄλλον τυχόντα ἐκεῖ, ἐπελθὼν καὶ ὁ κλέπτης ἐκάθισεν πλησίον τοῦ πανδοχέως, καὶ ἤρξατο διηγεῖσθαι μετʼ αὐτοῦ. Καὶ διηγούμενοι ὥρᾳ ἱκανῇ, ἐχασμήσατο ὁ κλέπτης, καὶ ὁμοῦ μετὰ τοῦ χασμᾶσθαι ἀρυᾶτο

98
ὥσπερ λύκος. Ὁ δὲ πανδοχεύς φησι πρὸς αὐτόν· „τί οὕτως ποιεῖς;“ Καὶ ὁ κλέπτης ἀπεκρίθη· „νῦν ἀναγγελῶ σοι· ἀλλὰ δέομαί σου, ἵνα φυλάξῃς τὰ ἱμάτιά μου· ἐνταῦθα γὰρ καταλείψω. Ἐγὼ, κύριέ μου, οὐκ οἶδα, πόθεν μοι ἐπέρχεται τὸ χασμᾶσθαι οὕτως, ἢ διὰ τὰς ἁμαρτίας μου, ἢ διὰ ποίαν αἰτίαν, οὐ γινώσκω· ὅταν οὖν χασμηθῶ τρεῖς βολὰς, γίνομαι λύκος ἐσθίων ἀνθρώπους.“ Καὶ ταῦτα εἰπὼν ἐχασμήσατο ἐκ δευτέρου, καὶ πάλιν ὠρυᾶτο, καθάπερ καὶ το πρῶτον. Ἀκούσας οὖν ταῦτα ὁ πανδοχεὺς καὶ πιστεύσας τῷ κλέπτῃ ἐφοβήθη, καὶ ἀναστὰς ἠβούλετο φυγεῖν· ὁ δὲ κλέπτης δραξάμενος αὐτὸν τοῦ χιτῶνος, παρεκάλει αὐτὸν λέγων· „ἀνάμεινον, κύριέ μου, καὶ λαβὲ τὰ ἱμάτιά μου, ἵνα μὴ ἀπολέσω αὐτά· καὶ παρακαλῶν αὐτὸν, ἀνοίξας τὸ στόμα αὑτοῦ ἤρξατο χασμᾶσθαι ἐκ τρίτου. Ὁ δὲ πανδοχεὺς φοβηθεὶς, μήπως φάγῃ αὐτὸν, κατέλιπε τὸν ἑαυτοῦ χιτῶνα, καὶ εἰσελθὼν δρομαῖος εἰς τὸ πανδοχεῖον, κατησφαλίσατο εἰς τὸ ἐνδότερον. Καὶ ὁ κλέπτης λαβών τὸν χιτῶνα ἀπῆλθεν.

Οὕτω πανθάνουσιν οἱ τὰ μὴ ἀληθῆ πιστεύοντες.

Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρʼ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων, ὅτι προέχουσι τῇ ἰσχύϊ τοσοῦτον, ὥστε καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· „ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν προσλάβωμαι, οὐδʼ ὑμεῖς βαστάζειν δυνήσεσθε.“

Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων ἀδύνατοί εἰσιν οἱ στρατιῶται, ἄν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσι.