Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Τῷ κόκκυγί φησιν Αἴσωπος ἐρωτῶντιτοὺς λεπτοὺς
99
ὄρνιθας, ὅ,τι φευγοιεν αὐτὸν, εἰπεῖν ἐκείνους, ὡς ἔσται ποτὲ ἱέραξ.Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους, προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρʼ αὐτοῦ μαθοῦσα, ἔφη· „ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς.“
[Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.]