Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. Ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε· καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· „δειλαία εἰμὶ, ἥτις διὰ τροφῆς γλυκύτητα ζωῆς στερίσκομαι.“
Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ἄσωτον, διʼ ἡδυπάθειαν ἀπολωλεκότα ἑαυτόν.
Κλέπται εἴς τινα εἰσελθόντες οἰκίαν, οὐδὲν εὗρον, ὅτι μὴ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες ἀπῄεσαν. Ὁ δὲ μέλλων ὑπʼ αὐτῶν θύεσθαι, ἐδεῖτο, ὡς ἂν αὐτὸν ἀπολύσωσι, λέγων, χρήσιμος εἶναι τοῖς ἀνθρώποις, νυκτὸς αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείρων. Οἱ δὲ ἔφασαν· „ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων, κλέπτειν ἡμᾶς οὐκ ἐᾷς.“
Ὁ μῦθος δηλοῖ, ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἐναντιοῦται, ἃ τοῖς χρηστοῖς ἐστιν εὐεργετήματα.