Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπʼ ἄγραν· θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ ἀνάψας εἰς μῆκος τούς καλάμους, ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας, ἥτις ἐπιστραφεῖσα ἔπληξεν αὐτόν· ὁ δὲ λειποψυχῶν ἔφη πρὸς ἑαυτόν· „ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος, ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον.“

86

Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες, φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.

Ἰξευτὴς τέττιγος ἀκούσας μέγα τι θηράσειν ἐδόκει· μετρεῖ τὴν θήραν ἐκ τῆς ᾠδῆς παρερχόμενος. Ὡς δὲ τὴν τέχνην κινήσας εἶλε τὸ θήραμα, ᾠδῆς μὲν πλέον οὐδὲν ἐκομίσατο· κατῃτιᾶτο δὲ τὴν δόξαν, ὡς ψευδῆ τοῖς πολλοῖς κρίσιν ἐπάγουσαν.

Οὕτως οἱ φαῦλοι δοκοῦσι μᾶλλον ἤπερ γεγόνασιν.