Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ὅσην τοῖς κύκνοις ἡ φύσις ᾠδὴν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον. Ἵππων δὲ χρεμετιζόντων ἀκούσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς· καὶ μιμεῖσθαι πειρώμενοι συναποβάλλουσιν ἃ εἶχον, οἷς μαθεῖν ἐπετήδευον· χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ᾄδειν δὲ ἐπελάθοντο.

Φέρει τῶν προσόντων τὴν στέρησιν ᾐ τοῦ μὴ προσήκοντος μίμησις.

Λέγεται τὸν ἰκτῖνα, φωνὴν ἔχοντα παραπλησίαν τοῖς ἄλλοις ὄρνισιν, ἐπιθέσθαι τῷ χρεμετίζειν, ὥσπερ οἱ γενναῖοι τῶν ἵππων. Εἶτα τῆς μὲν ἐπιλαθόμενον, τὸ δὲ μὴ δυνηθέντα ἑλεῖν ἱκανῶς, ἀμφοῖν στέρεσθαι, καὶ φαυλότερον τῶν ἄλλων ὀρνίθων εἶναι τὴν φωνήν.