Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ἵππος καὶ βοῦς καὶ κύων, ὑπὸ ψύχους στενούμενοι, ἦλθον εἰς ἀνθρώπου τινὸς οἰκίαν. Ὁ δὲ δεξάμενος αὐτοὺς καὶ πῦρ ἀνάψας ἔθαλψε. Καὶ τῷ μὲν ἵππῳ κριθὰς παρετίθει, τῷ δὲ ταύρῳ ἄχυρα, τῷ δὲ κυνὶ τὰ ἐπὶ τῆς τραπέζης ἐδίδου. Διὰ δὲ τὴν τοιαύτην φιλοξενίαν ἀντημείψαντο αὐτῷ χάριτας, μερίσαντες καὶ χαρισάμενοι αὐτῷ τῶν ἐτῶν ἀφʼ ὧν ἔζων. Καὶ ὁ μὲν ἵππος εὐθύς τοὺς πρώτους χρόνους· διὰ τοῦτο ἕκαστος θερμὸς καὶ γαῦρός ἐστι τῇ γνώμῃ. Ὁ δὲ βοῦς μετʼ αὐτὸν τοὺς μέσους χρόνους· διὰ τοῦτο μοχθηρὸς καὶ φιλεργός ἐστι πλοῦτον ἀθροίζων. Τρίτον δὲ ὁ κύων τοὺς τελευταίους χρόνους· διὰ τοῦτο πᾶς γηράσκων δύσκολός ἐστι τῇ γνώμῃ, καὶ τὸν διδόντα μόνον τροφὴν ἀγαπᾷ καὶ σαίνει καὶ ἐπιχαίρει, τοῖς δὲ μὴ διδοῦσι καθυλακτεῖ καὶ καθάπτεται.

Ὅτι τινὲς τῶν ἀνθρώπων, φαῦλοι ὄντες καὶ κακοὶ, μόνους εἰώθασι φιλεῖν τοὺς διατρέφοντας αὐτούς.

Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν· ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο

87
ὁ χειμων, οἶκον ἑαυτῷ κατεσκεύαζε, καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη, ὅπως σκέπῃ αὐτόν. Ὁ δʼ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, εἰ μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετʼ οὐ πολὺ καὶ βοῦς, οὐδʼ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλαζόνας τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.

Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.