Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Τοῦ Διὸς γάμους ποιοῦντος, πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα, ἕκαστον κατὰ τὴν οἰκείαν δύναμιν· ὄφις δὲ ἕρπων, ῥόδον λαβὼν ἐν τῷ στόματι, ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· ,,τῶν ἄλλων πάντων τὰ δῶρα λαμβάνω, ἀπὸ δὲ τοῦ σοῦ στόματος λαμβάνω οὐδʼ ὅλως.“

Ὁ μῦθος δηλοῖ, ὅτι τῶν πονηρῶν αἱ χάριτες φοβεραί εἰσιν.

74

Τοῦ Διὸς γαμοῦντος πάντα τὰ ζῶα ἀνήνεγκαν δῶρα· ὄφις δὲ ἕρπων ῥόδον ἀναλαβὼν τῷ στόματι ἀνέβη. Ἰδὼν δὲ αὐτὸν ὁ Ζεὺς ἔφη· ,,τῶν ἄλλων ἀπάντων καὶ ἐκ ποδῶν δῶρα δέχομαι, ἀπὸ δὲ τοῦ σοῦ στόματος οὐ λαμβάνω.“

Ὁ λόγος δηλοῖ, ὅτι πάντων τῶν πονηρῶν αἰ χάριτες φοβεραί.