Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ζεὺς καὶ Ἀπόλλων περὶ τοξικῆς ἤριζον· τοῦ δὲ Ἀπόλλωνος ἐκτείναντος τὸ τόξον καὶ τὸ βέλος ἀφέντος, Ζεὺς τοσοῦτον διέβη, ὅσον Ἀπόλλων ἐτόξευσεν.

Οὕτως οἱ τοῖσι κρείττοσιν ἀνθαμιλλώμενοι γέλωτος ἄξιοί εἰσιν.

Ὁ Ζεὺς τὰς τῶν ἀνθρώπων ἁμαρτίας ἐν ὀστράκοις τὸν Ἑρμῆν ὥρισε γράφειν, καὶ εἰς κιβωτὸν ἀποτιθέναι πλησίον αὐτοῦ, ὅπως ἑκάστου τὰς δίκας ἀναπράσσῃ. Συγκεχυμένων δὲ τῶν ὀστράκων ἐπʼ ἀλλήλοις, τὸ μὲν βράδιον, τὸ δὲ τάχιον ἐμπίπτει εἰς τὰς τοῦ Διὸς χεῖρας, εἴποτε καλῶς κρίνοι.

Τῶν οὖν πονηρῶν οὐ προσῆκε θαυμάζειν, ἂν θᾶσσον ἀδικῶν τις, ὀψὲ κακῶς πράσσῃ.