Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ζεὺς, γάμους τελῶν, συγκαλεσάμενος τὰ ζῶα πάντα εἱστία. Μόνης δὲ χελώνης ὑστερησάσης, διαπορῶν τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς· ,,διὰ τί μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθες;“ Τῆς δὲ εἰπούσης ,,φίλος οἶκος ἄριστος οἶκος,“ ἀγανακτήσας κατʼ αὐτῆς παρεσκεύασεν αὐτὴν τὸν οἶκον αὐτὸν βαστάζουσαν περιφέρειν.“
Οὕτω πολλοὶ τῶν ἀνθρώπων αἱροῦνται λιτῶς οἰ- κεῖν ἢ παρʼ ἄλλοις πολυτελῶς διαιτᾶσθαι.
Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, ὁ Προμηθεὺς ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶμον κριτὴν εἵλοντο. Ὁ δὲ, φθονήσας τοῖς δημιουργήμασιν, ἀχθόμενος ἔλεγε· τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπῃ ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροὶ, φανεροῦντες, εἴ τι ἕκαστος κατὰ νοῦν ἔχει. Τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῷ οἱκῳ τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῷ τις παροικισθῇ
Ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.