Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ζεὺς Ἑρμῆν προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον ἐγχεῖν. Ὁ δὲ, τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον, ἑκάστῳ ἐνέχεεν. Ἐπεὶ δὲ, μόνου

67
τοῦ σκυτέως ὑπολειφθέντος, πολύ κατελέλειπτο φάρμακον, ὅλην λαβὼν τὴν θυείαν ἐνέχεεν αὐτῷ. Κἀκ τούτου συνέβη, τοὺς τεχνίτας ἅπαντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.

Ὁ μῦθος πρὸς ψευδολόγους τεχνίτας.

Ἑρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῇ παρʼ ἀνθρώποις ἐστὶν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιυῦ ἐργαστήριον· καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπύθετο, πόσου· τοῦ δὲ εἰπόντος ,,δραχμῆς,“ γελάσας ἠρώτα τῆς Ἥρας πόσου ἐστίν· εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτὸν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδὴς, περὶ πολλοῦ οί ἄνθρωποι ποιοῦνται. Διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς, καὶ ὁ ἀγαλματογλύφος ἔφη· ,,ἀλλʼ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω.“

Πρὸς ἄνδρα κενόδοξον, ἐν οὐδεμιᾷ μοίρᾳ παρὰ τοῖς ἄλλοις ὄντα, ὁ λόγος ἁρμόζει.