Fabulae

Aesop

Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872

Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῇ ἀγαγεῖν αὐτούς ἐπὶ τὴν γῆν, καὶ δεῖξαι ὅθεν ὀρύξαντες πλεῖον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ γῆ τὸ μὲν πρῶτον ἐκώλυεν· ὡς δὲ ὁ Ἑρμῆς ἠνάγκαζε λέγων, τὸν Δία προστεταχέναι· ,,ἀλλʼ ὀρυσσέτωσαν,“ ἔφη, ,, ὅσην βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν.“

Πρὸς τοὺς ῥᾳδίως δανειζομένους καὶ μετὰ λύπης ἀποδιδόντας ὁ λόγος εὔκαιρος.

Ἐν ὁδῷ τις Ἑρμῆς τετράγωνος εἰστήκει, λίθων δʼ ὑπʼ αὐτῷ σωρὸς ἦν. κύων τούτῳ

68
εἶπε προσελθών· ,,χαῖρε πρῶτον, Ἑρμεία· ἔπειτʼ ἀλεῖψαι βούλομαί σε, μηδ’ οὕτω θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.“ ὁ δʼ εἶπεν· ,,ἄν μὴ τοῦτό μούπιλιχμήσῃς τοὔλαιον ἐλθών, μηδέ μοι προσουρήσῃς, χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.“

Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.