Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· ,,πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλʼ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι.“ Αὐλοῦντος δὲ τοῦ λύκου καὶ τοῦ ἐρίφου ὀρχουμένου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες τὸν λύκον ἐδίωκον· ὁ δὲ ἐπιστραφεὶς λέγει τῷ ἐρίφῳ· ,,ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρμε, μακελλάριον ὄντα, αὐλητὴν μὴ μιμεῖσθαι.“
Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.
Ἔριφος ἐπί τινος δώματος ἑστὼς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν· ὁ δὲ λύκος ἔφη· ,,ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλʼ ὁ τόπος.
Ὁ μῦθος δηλοῖ, ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.