Fabulae
Aesop
Fabulae Aesopicae Collectae. Halm, Karl, editor. Leipzig: Teubner, 1872
Ζεὺς ἐν πίθῳ τὰ χρηστὰ πάντα συλλέξας ἔθηκεν αὐτὸν πωμάσας παρʼ ἀνθρώπῳ. ὁ δʼ ἀκρατὴς ἄνθρωπος εἰδέναι σπεύδων, τί ποτʼ ἦν ἐν αὐτῷ, καὶ τὸ πῶμα κινήσας, διῆκʼ ἀπελθεῖν αὐτὰ πρὸς θεῶν οἴκους, κἀκεῖ πέτεσθαι τῆς τε γῆς ἄνω φεύγειν. μόνη δʼ ἔμεινεν Ἐλπὶς, ἣν κατειλήφει τεθὲν τὸ πῶμα. τοιγὰρ Ἐλπὶς ἀνθρώποις
66
μόνη σύνεστι, τῶν πεφευγότων ἡμιᾶς ἀγαθῶν ἕκαστον ἐγγυωμένη δώσειν.Τῇ ἑορτῇ φασι τὴν ὑστεραίαν ἐρίσαι λέγουσαν, ὡς ἐκείνη μὲν ἀσχολιῶν τε μεστὴ καὶ κοπώδης ἐστὶν, ἐν αὐτῇ δὲ πάντες ἀπολαύουσι τῶν παρεσκευασμένων σχολάζοντες· τὴν δʼ ἑορτὴν πρὸς ταῦτʼ εἰπεῖν· ,,ἀληθῆ λέγεις· ἀλλʼ ἐμοῦ μὴ γενομένης, σὺ οὐκ ἂν ἦσθα.“