De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Λυκόρμας ποταμός ἐστιν Αἰτωλίας· μετωνομάσθη δʼ Εὔηνος διʼ αἰτίαν τοιαύτην. Ἴδας, ὁ Ἀφαρέως παῖς, διʼ ἐρωτικὴν ἐπιθυμίαν Μάρπησσαν ἁρπάσας, ἀπήνεγκεν εἰς Πλεύρωνα. Κατηχηθεὶς δὲ περὶ τῶν συμβεβηκότων ὁ Εὔηνος, ἐπεδίωκεν τὸν ἐπίβουλον τῆς ἰδίας θυγατρός γενόμενος δὲ κατὰ Λυκόρμαν καὶ τῆς συλλήψεως ἀπελπίσας, ἑαυτὸν εἰς ποταμὸν ἔβαλεν, ὅς ἀπʼ αὐτοῦ Εὔηνες μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ βοτάνη σάρισα προσαγορευομένη, λόγχῃ παρόμοιος, ποιοῦσα πρὸς ἀμβλυωπίας ἄριστα, καθὼς ἱστορεῖ Ἀρχέλαος ἐν α΄ περὶ Ποταμῶν.

3. Παράκειται δὲ αὐτῷ ὄρος Μύηνον καλούμενον ἀπὸ Μυήνου, τοῦ Τελέστορος καὶ Ἀλφεσιβοίας παιδός. Οὗτος γὰρ ὑπὸ τῆς μητρυιᾶς φιλούμενος καὶ μὴ θέλων μιαίνειν τὴν κοίτην τοῦ γεννήσαντος, εἰς Ἄλφιον ὄρος ἀνεχώρησεν. Τελέστωρ δὲ τῷ ζήλῳ τῆς γυναικὸς συσσχηματισθεὶς, εἰς τὴν ἐρημίαν μετὰ τῶν δορυφόρων κατὰ τοῦ τέκνου ληψόμενος ἐδίωκεν. Μύηνος δὲ φθάσας τοῦ πατρὸς τὰς ἀπειλὰς κατεκρήμνισεν ἑαυτόν. Τὸ δʼ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπʼ αὐτοῦ Μύηνον μετωνομάσθη.

4. Γεννᾶται δʼ ἐν αὐτῷ λευκόϊον ἄνθος, ὃ μητρυιᾶς ὀνομασθείσης μαραίνεται, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ περὶ Ὀρῶν.

648

1. Μαίανδρος ποταμὸς τῆς Ἀσίας· ἐκαλεῖτο δὲ πρότερον Ἀναβαίνων· μόνος γὰρ ἐκ πάντων τῶν ποταμῶν ἀπὸ τῶν ἰδίων ἀρχόμενος πηγῶν εἰς ἑαυτὸν παλινδρομεῖ. Προσηγορεύθη δὲ Μαίανδρος ἀπὸ Μαιάνδρου, τοῦ Κερκάφου καὶ Ἀναξιβίας παιδὸς, ὅς πρὸς Πεσσινουντίους πόλεμον ἔχων ηὔξατο τῇ μητρὶ τῶν θεῶν, ἐὰν ἐγκρατὴς γένηται τῆς νίκης, θύσειν τὸν πρῶτον αὐτῷ συγχαρέντα ἐπὶ ταῖς ἀνδραγαθίαις τρόπαια φέροντι. Ὑποστρέψαντι δὲ τῷ προειρημένῳ πρῶτος συνεχάρη συναντήσας ὁ παῖς Ἀρχέλαος μετὰ τῆς μητρὸς καὶ τῆς ἀδελφῆς. Ὁ δὲ τῆς προειρημένης δεισιδαιμονίας ἀναμνησθεὶς, κατ᾿ ἀνάγκην τοῖς βωμοῖς προσήγαγεν τοὺς προσήκοντας. Ἀθυμήσας δʼ ἐπὶ τοῖς πραχθεῖσιν ἔρριψεν ἑαυτὸν εἰς ποταμὸν Ἀναβαίνοντα, ὃς ἀπʼ αὐτοῦ Μαίανδρος προσηγορεύθη, καθὼς ἱστορεῖ Τιμόλαος ἐν α´ Φρυγιακῶν. Μέμνηται δὲ τούτων καὶ Ἀγαθοκλῆς ὁ Σάμιος ἐν τῇ Πεσσινουντίων πολιτείᾳ.

2. Δημόστρατος δὲ ὁ Ἀπαμεὺς ἱστορίας μέμνηται τοιαύτης. Μαίανδρος ἀκμὴν στρατηγὸς χειροτονηθεὶς ἐξ ἐναντίας Πεσσινουντίων καὶ παῤ ἐλπίδας τῆς νίκης ἐγκρατὴς γενόμενος, τὰ ἀναθήματα τῆς μητρὸς τῶν θεῶν διέδωκε τοῖς στρατιώταις· κατὰ δὲ πρόνοιαν τῆς θεᾶς τῶν σωφρονούντων λογισμῶν αἰφνιδίως ἀπαλλοτριωθεὶς, προσαπέκτεινεν τὴν γυναῖκα καὶ τὸν υἱόν ὀλίγον δὲ σωφρονήσας καὶ εἰς μετάνοιαν ἐπὶ τοῖς πραχθεῖσι χωρήσας, ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν, ὃς ἀπ᾿ αὐτοῦ Μαίανδρος προσωνομάσθη.